Fabulae

Aesop

Fabulae Aesopicae Collectae. Halm, Karl, editor. Leipzig: Teubner, 1872

50

Δυσμαὶ μὲν ἦσαν Πλειάδων, σπόρου δʼ ὥρη· καί τις γεωργὸς πυρὸν εἰς νεὸν ῥίψας ἐφύλασσεν ἑστώς· καὶ γὰρ ἄκριτον πλήθει μέλαν κολοιῶν ἔθνος ἦλθε δυσφώνων, ψᾶρές τʼ ὀρύκται σπερμάτων ἀρουραίων. τῷ δʼ ἠκολούθει σφενδόνην ἔχων κοίλην παιδίσκος. οἱ δὲ ψᾶρες ἐκ συνηθείης ἤκουον, εἰ τὴν σφενδόνην πότʼ ᾐτήκει, καὶ πρὶν λαβεῖν ἔφευγον. εὗρε δὴ τέχνην ὁ γεωργὸς ἄλλην, τόν τε παῖδα φωνήσας ἐδίδασκεν· ,, ὦ παῖ, χρὴ γὰρ ὀρνέων ἡμᾶς σοφὸν δολῶσαι φῦλον· ἡνίκʼ ἂν τοίνυν ἔλθωσ’, ἐγὼ μὲν“ εἶπεν ,,ἄρτον αἰτήσω, σὺ δʼ οὐ τὸν ἄρτον, σφενδόνην δέ μοι δώσεις.“ οἱ ψᾶρες ἦλθον κἀνέμοντο τὴν χώρην. ὁ δʼ ἄρτον ᾔτει, καθάπερ εἶχε συνθήκην· οἱ δʼ οὐκ ἔφευγον. τῷ δʼ ὁ παῖς λίθων πλήρη τὴν σφενδόνην ἔδωκεν· ὁ δὲ γέρων ῥίψας τοῦ μὲν τὸ βρέγμα, τοῦ δʼ ἔτυψε τὴν κνήμην, ἑτέρου τὸν ὦμον· οἱ δʼ ἔφευγον ἐκ χώρης. γέρανοι συνήντων καὶ τὸ συμβὰν ἠρώτων. καί τις κολοιῶν εἶπε· ,,φεύγετʼ ἀνθρώπων γένος πονηρὸν, ἄλλα μὲν πρὸς ἀλλήλους λαλεῖν μαθόντων, ἄλλα δʼ ἔργα ποιούντων.“

Δεινὸν τὸ φῦλον τῶν δόλῳ τι πραττόντων.]

Ἐν ἀρούρᾳ παγίδας γεωργὸς ἔστησε. Θηρεύσας δὲ γεράνους, τούς τὸν σπόρον φθείροντας, σὺν αὐτοῖς καὶ πελαργὸν εἰλήφει. Ὁ δὲ χωλεύων ἱκέτευεν ἀφεθῆναι λέγων· ,,οὐ γάρ εἰμι γέρανος· πελαργός εἰμι,

51
εὐσεβέστατον ζῶον, ὃς τιμῶ τὸν πατέρα καὶ δουλεύω· ἴδε καὶ τὴν χροιὰν, ὡς οὐχ ὁμοία.“ Ὁ δʼ ἔφη· ,,οὐκ οἶδα τί λέγεις· ἐγὼ σὺν οἷς εἴληφά σε, μετʼ αὐτῶν καὶ ἀπολέσω.“

Ὅτι καλόν ἐστι φεύγειν, καὶ μὴ συγκοινωνεῖν ἀνδράσι κακοῖς, μή πως κινδύνοις σύν αὐτοῖς ἐμπέσῃς.