Fabulae
Aesop
Fabulae Aesopicae Collectae. Halm, Karl, editor. Leipzig: Teubner, 1872
Γεωργοῦ παῖδα ὄφις ἑρπύσας ἀπέκτεινεν. Ὁ δὲ ἐπὶ τούτῳ δεινοπαθήσας πέλεκυν ἀνέλαβε, καὶ παραγενόμενος εἰς τὸν φωλεὸν αὐτοῦ εἱστήκει, παρατηρούμενος, ὅπως, ἄν ἐξίῃ, εὐθέως αὐτὸν πατάξῃ. Παρακύψαντος δὲ τοῦ ὄφεως κατενεγκών τὸν πέλεκυν τοῦ μὲν διήμαρτε, τὴν δὲ παρακειμένην πέτραν διέκοψεν. Εὐλαβηθεὶς δὲ ὕστερον παρεκάλει αὐτὸν, ὅπως αὐτῷ διαλλαγῇ· ὁ δὲ εἶπεν· ,,ἀλλ’ οὕτε ἐγώ δύναμαί σοι εὐνοῆσαι, ὁρῶν τὴν κεχαραγμένην πέτραν, οὔτε σὺ ἐμοὶ, ἀποβλέπων εἰς τὸν τοῦ παιδὸς τάφον.“
Ὁ λόγος δηλοῖ, ὅτι αἱ μεγάλαι ἔχθραι οὐ ῥαδίως τὰς μεταλλαγὰς ἔχουσι.
Ὄφις, ἐν γεωργοῦ προθύροις φωλεύων, ἀνεῖλεν αὐτοῦ τὸ νήπιον παιδίον. Πένθος δὲ τοῖς γονεῦσιν ἐγένετο μέγα. Καὶ ὁ πατὴρ, ὑπὸ τῆς λύπης πέλεκυν λαβὼν, ἔμελλε τὸν ὄφιν ἐξελθόντα φονεύσειν. Ὡς δὲ ἔκυψε μικρὸν, σπεύσας ὁ γεωργὸς τοῦ πατάξαι αὐτὸν. ἠστόχησε, μόνον κρούσας τὴν τῆς τρώγλης ὀπήν. Ἀπελθόντος δὲ τοῦ ὄφεως, ὁ γεωργὸς, νομίσας τὸν ὄφιν μηκέτι μνησικακεῖν, λαβών ἄρτον καὶ ἅλας, ἔθηκεν ἐν τῇ τρώγλῃ. Ὁ δὲ ὄφις, λεπτὸν συρίξας, εἶπεν· ,,οὐκ ἔσται ἡμῖν ἀπάρτι πίστις ἢ φιλία, ἕως ἂν ἐγὼ τὴν πέτραν ὁρῶ, σύ δὲ τὸν τύμβον τοῦ τέκνου.“
Ὁ μῦθος δηλοῖ, ὅτι οὐδεὶς μίσους ἢ ἀμύνῃς ἐπιλανθάνεται, ἐφʼ ὅσον βλέπει μνημόσυνον, διʼ οὗ ἐλυπήθη.