Fabulae

Aesop

Fabulae Aesopicae Collectae. Halm, Karl, editor. Leipzig: Teubner, 1872

46

Γέρανοι γεωργοῦ κατενέμοντο τὴν χώρην, ἐσπαρμένην νεωστὶ πυρίνῳ σίτῳ. ὁ δʼ ἄχρι πολλοῦ σφενδόνην κενὴν σείων, ἐδίωκεν αὐτὰς τῷ φόβῳ καταπλήσσων. αἱ δʼ ὡς ἐπέσχον σφενδονῶντα τὰς αὔρας, κατεφρόνησαν λοιπὸν, ὥστε μὴ φεύγειν, ἕως ἐκεῖνος οὐκέθʼ, ὡς πρὶν εἰώθει, λίθους δὲ βάλλων, ἠλόησε τὰς πλείους. αἱ δʼ ἐκλιποῦσαι τὴν ἄρουραν, ἀλλήλαις ,,φεύγωμεν “ ἐκραύγαζον ,,εἰς τὰς Πυγμαίων· ἅνθρωπος οὗτος οὐκέτʼ ἐκφοβεῖν ἡμᾶς ἔοικεν· ἤδη δʼ ἄρχεταί τι καὶ πράσσειν.“

Παραίνεσιν ὁ λόγος ἔχει, δεῖν ταῖς ἐκ λόγων παραινέσεσι πταίοντας εἴκειν, ἵνα μὴ ταῖς ἐξ ἔργων ὀψέ ποτε πειραθεῖεν ὀδύναις.

Γεωργός τις ἰδὼν ναῦν ἐν θαλάσσῃ κυμαινομένην καὶ βυθῷ πεμπομένην, κατηρᾶτο τὴν θάλασσαν δακρύων. δὲ πρὸς αὐτὸν ἀνεβόα τοιαῦτα· ,,ἵνα τι, ἄνθρωπε, μέμφῃ με μάτην; οὐ γὰρ ἔγωγε τῶν κινδύνων αἰτία, ἀλλʼ οἱ ἄνεμοι οἱ ἐκταράττοντές με. Εἰ δὲ βουληθῇς χωρὶς τούτων πλεῦσαι, ἡμερωτέραν δή με τῆς γῆς εὑρήσεις.

Ὅτι γαληνοὺς δεσπότας οί χαιρέκακοι παραφυσῶντες ἐπεγείρουσι πρὸς ὀργάς τε καὶ ζάλας.