Fabulae
Aesop
Fabulae Aesopicae Collectae. Halm, Karl, editor. Leipzig: Teubner, 1872
Γέννημα φρύνου συνεπάτησε βοῦς πίνων· ἐλθοῦσα δʼ αὐτόσʼ (οὐ παρῆν γὰρ) ἡ μήτηρ
42
παρὰ τῶν ἀδελφῶν, ποῦ ποτʼ ἦν, ἐπεζήτει. ,,τέθνηκε, μῆτερ· ἄρτι γὰρ πρὸ τῆς ὥρης ἦλθεν πάχιστον τετράπουν, ὑφʼ οὐ κεῖται χηλῇ μαλαχθείς.“ ἡ δὲ φρῦνος ἠρώτα, φυσῶσʼ ἑαυτὴν, εἰ τοιοῦτον ἦν ὄγκῳ τὸ ζῶον. οἱ δὲ μητρὶ ,,παῦε, μὴ πρίου· θᾶσσον σεαυτὴν·“ εἶπον ,,ἐκ μέσου ῥήξεις, ἢ τὴν ἐκείνου ποιότητα μιμήσῃ.“Ὅτι ἐπικίνδυνον τοῖς ἐλάττοσι παρατείνεσθαι τοῖς μείζοσι.
Βωταλὶς ἀπό τινος θυρίδος κρεμαμένη νυκτὸς ᾖδε· νυκτερὶς δὲ προσελθοῦσα ἐπυνθάνετο αὐτῆς τὴν αἰτίαν, διʼ ἣν ἡμέρας μὲν ἡσυχάζει, νύκτωρ δὲ ᾄδει. Τῆς δὲ λεγούσης, ὡς οὐ μάτην τοῦτο πράττει· ,,ἡμέρας γάρ ποτε ᾄδουσα συνελήφθην, διὸ ἀπʼ ἐκείνου ἐσωφρονίσθην· ἡ νυκτερὶς εἶπεν· ,ἀλλ’ οὐ νῦν σε δεῖ φυλάττεσθαι, ὅτε οὐδὲν ὄφελός ἐστι, τότε δὲ πρὶν ἢ συλληφθῆναι.“
λόγος δηλοῖ, ὅτι ἐπὶ τοῖς ἀτυχήμασι μετάνοια ἀνωφελὴς καθέστηκε.