Fabulae
Aesop
Fabulae Aesopicae Collectae. Halm, Karl, editor. Leipzig: Teubner, 1872
Αίσχρᾶς τις ἢρα καὶ κακοῤῥύπου δούλης ἰδίας ἑαυτοῦ, καὶ παρεῖχεν αἰτούσῃ ἅπανθʼ ἑτοίμως. ἡ δὲ χρυσίου πλήρης, σύρουσα λεπτὴν πορφύραν ἐπὶ κνήμας, πάσῃ μάχην συνῆπτεν οἰκοδεσποίνῃ· τὴν δʼ Ἀφροδίτην, ὥσπερ αἰτίην τούτων, λύχνοις ἐτίμα καὶ καθʼ ἡμέραν πᾶσαν ἔθυεν, ηὔχεθ’, ἱκέτευεν, ἠρώτα· ἕως πότʼ αὐτῶν ἡ θεὸς καθευδόντων ἦλθεν καθʼ ὕπνους, καὶ φανεῖσα τῇ δούλῃ „μή μοι χάριν σχῇς ὡς καλήν σε ποιούσῃ· τούτῳ χολοῦμαι“ φησὶν, ,,ᾧ καλὴ φαίνῃ.“
Ἅπας ὁ τοῖς αἰσχροῖσιν ὡς καλοῖς χαίρων θεοβλαβής τίς ἐστι καὶ φρένας πηρός.
Βάτραχοι δύο ἐν λίμνῃ ἐνέμοντο· θέρους δὲ ξηρανθείσης τῆς λίμνης, ἐκείνην καταλιπόντες ἐπεζήτουν ἑτέραν. Καὶ δὴ βαθεῖ περιέτυχον φρέατι, ὅπερ ἰδὼν ἅτερος θατέρῳ φησί· ,,συγκατέλθωμεν, ὦ οὗτος, εἰς τόδε τὸ φρέαρ.“ Ὁ δὲ ὑπολαβών εἶπεν· „ἂν οὖν καὶ τὸ ἐνθάθε ὕδωρ ξηρανθῇ, πῶς ἀναβησόμεθα;“
Ὁ μῦθος δηλοῖ, ὅτι οὐ δεῖ ἀπερισκέπτως προσιέναι τοῖς πράγμασιν.