Fabulae
Aesop
Fabulae Aesopicae Collectae. Halm, Karl, editor. Leipzig: Teubner, 1872
Ἄραψ κάμηλον ἀχθίσας ἐπηρώτα, πότερʼ ἀναβαίνειν μᾶλλον ἢ κάτω βαίνειν αἱροῖτο. χὡ κάμηλος, οὐκ ἄτερ μούσης, εἶφ’. „ἡ γὰρ ὀρθὴ τῶν ὁδῶν ἀπεκλείσθη;“ Ὁ λόγος εὔθετος πρὸς ἄνδρας διεστραμμένους τῆς εὐθείας ὁδοῦ ἐκκλίνοντας.
Ἄρκτος τίς ποτε μεγάλως ἐκαυχᾶτο, ὡς φιλανθρωπότατον πάντων ἐστὶ τῶν ζώων· φασὶ γὰρ ἄρκτον νεκρὸν μηδὲν βιβρώσκειν. Ἡ δὲ ἀλώπηξ ἀκούουσα ταῦτα ἐμειδίασε, καὶ πρὸς αὐτὴν ἀντέφη· „εἴθε τοὺς νεκροὺς ἤσθιες καὶ μὴ τοὺς ζῶντας.“
Ὁ μῦθος τοὺς πλεονέκτας καὶ ἐν ὑποκρίσει βιοῦντας ἐλέγχει.