Fabulae

Aesop

Fabulae Aesopicae Collectae. Halm, Karl, editor. Leipzig: Teubner, 1872

Ἀνὴρ μεσαιπόλιος δύο ἐρωμένας εἶχεν, ὧν ἡ μὲν νέα, ἡ δὲ πρεσβῦτις. Καὶ ἡ μὲν προβεβηκυῖα αἰδουμένη νεωτέρῳ αὐτῆς πλησιάζειν, διετέλει, εἴ ποτε πρὸς αὐτὴν παρεγένετο, τὰς μελαίνας αὐτοῦ τρίχας περιαιρουμένη· ἡ δὲ νεωτέρα ὑποστελλομένη γέροντα ἐραστὴν ἔχειν, τὰς πολιὰς αὐτοῦ ἀπέσπα. Καὶ οὕτω συνέβη ὑπὸ ἀμφοτέρων αὐτὸν περιτιλλόμενον φαλακρὸν γενέσθαι.

Οὕτω πανταχοῦ τὸ ἀνώμαλον ἐπιβλαβές ἐστι.

Ἀνήρ τις, μέσην ἔχων ἥβην, δύο ἔσχεν ἑταίρας, μίαν μὲν γραῦν, τὴν δὲ ἑτέραν νέαν. Τούτῳ ἡ μὲν γραῦς τὰς μελαίνας τρίχας ἔτιλλεν, ὡς γέροντα τοῦτον θέλουσα, ἡ δὲ νέα τὰς πολιάς· ἕως αὐτὸν φαλακρὸν ἐποίησαν καὶ ὄνειδος ἀπάντων.

Ὅτι ἐλεεινός ἐστιν ὃς εἰς γυναῖκας ἐμπίπτει.