Fabulae

Aesop

Fabulae Aesopicae Collectae. Halm, Karl, editor. Leipzig: Teubner, 1872

Τράγος, ἐν θέρει σφοδρῶς διψήσας, κατῆλθεν εἰς βαθύκρημνον ὕδωρ πιεῖν. Πιών δὲ καὶ χορτασθεὶς οὐκ ἡδύνατο ἀνελθεῖν καὶ μετενόει καὶ βοηθὸν ἐζήτει. Ἀλώπηξ δὲ τοῦτον ἰδοῦσα ἔφη· ,,ὦ ἀνόητε, εἰ τόσας φρένας εἶχες, ὅσας ἐν τῷ πώγωνι τρίχας, πρότερον οὐκ ἂν κατέβης, ἢ μὴ τὴν ἄνοδον ἐσκέεψω.“

Ὅτι δεῖ πρότερον προσκοποῦντα τὰ τέλη τῶν πραγμάτων, οὕτω ποιεῖσθαι (ποιεῖν ?).

Ἀλώπηξ ὑπό τινος παγίδος τὴν οὐρὰν ἀποκοπεῖσα, ἐπειδὴ διʼ αἰσχύνην ἀβίωτον ἡγεῖτο τὸν βίον ἔχειν, ἔγνω δεῖν καὶ τὰς ἄλλας ἀλώπεκας εἰς τὸ αὐτὸ προσαγαγεῖν, ἵνα τῷ κοινῷ πάθει τὸ ἴδιον ἐλάττωμα συγκρύψη. Καὶ δὴ ἁπάσας ἀθροίσασα παρῄνει αὐταῖς τὰς οὐρὰς ἀποκόπτειν, λέγουσα, ὡς οὐκ ἀπρεπὲς μόνον τοῦτο, ἀλλὰ καὶ περισσόν τι αὐταῖς βάρος προσήρτηται. Τού- των δέ τις ὑποτυχοῦσα ἔφη· ,,ὦ αὕτη, ἀλλʼ εἰ μή σοι τοῦτο συνέφερεν, οὐκ ἂν ἡμῖν αὐτὸ συνεβούλευσας.“

24

Ὁ λόγος πρὸς ἐκείνους, οἳ τὰς συμβουλίας ποιοῦνται τοῖς πέλας οὐ διʼ εὔνοιαν, ἀλλὰ διὰ τὸ ἑαυτοῖς συμφέρον.