Fabulae

Aesop

Fabulae Aesopicae Collectae. Halm, Karl, editor. Leipzig: Teubner, 1872

Ἀλώπηξ καὶ πίθηκος ἐν ταὐτῷ ὁδοιποροῦντες περὶ εὐγενείας ἤριζον. Πολλὰ δὲ ἑκατέρων διεξιόντων, ἐπειδὴ ἐγένοντο κατά τινα τόπον, ἐνταῦθα ἀποβλέψας ἀνεστέναξεν ὁ πίθηκος· τῆς δʼ ἀλώπεκος ἐρομένης τὴν αἰτίαν, ὁ πίθηκος ἐπιδείξας αὐτῇ τὰ μνήματα, ἔφη· ,,ἀλλʼ οὐ μέλλω κλαίειν, ὁρῶν τὰς στήλας τῶν πατρικῶν μου ἀπελευθέρων καὶ δούλων;“ Κἀκείνη πρὸς αὐτὸν ἔφη· ,,ἀλλὰ ψεύδου ὅσα βούλει· οὐδεὶς γὰρ τούτων ἀναστάς σε ἐλέγξει.“

Οὕτω καὶ τῶν ἀνθρώπων οἱ ψευδολόγοι τότε μάλιστα καταλαζονεύονται, ὅταν τοὺς ἐλέγχοντας μὴ ἔχωσι.

Ἀλώπηξ καὶ πίθηξ ἐπὶ τὸ αὐτὸ ὡδοιπόρουν. Παρερχόμενοι δὲ διὰ τινῶν μνημείων, ἔφη ὁ πίθηξ τῇ ἀλώπεκι, ὡς πάντες οἱ νεκροὶ οὗτοι ἀπελεύθεροι τῶν ἐμῶν γεννητόρων ὑπάρχουσιν. δὲ ἀλώπηξ λέγει τῷ

22
πίθηκι· „εὐκαίρως ἐψεύσω· οὐδεὶς γὰρ τῶν ἐνταῦθα ταφέντων ἀπελέγξαι σε δύναται.“

Οὗτος ὁ μῦθος παριστᾷ τὸν τοὺς ψευδολόγους ὀρθῶς διελέγχοντα, καὶ τοὺς προδήλως τὸ ψεῦδος ἀντὶ ἀληθείας προσφέροντας.