Fabulae

Aesop

Fabulae Aesopicae Collectae. Halm, Karl, editor. Leipzig: Teubner, 1872

Τοὺς πιθήκους φασὶ δύο τίκτειν, καὶ τὸ μὲν ἓν τῶν γεννημάτων στέργειν καὶ μετʼ ἐπιμελείας τρέφειν, τὸ δὲ ἕτερον μισεῖν καὶ ἀμελεῖν. Συμβαίνει δὲ κατά τινα θείαν τύχην, τὸ μὲν ἐπιμελούμενον ἡδέως καὶ ἀγκαλιζόμενον παρὰ τῆς μητρὸς ἀποπνίγεσθαι, τὸ δὲ ὀλιγωρούμενον ἐκτελειοῦσθαι.

180

Ὁ λόγος δηλοῖ, ὅτι πάσης προνοίας ἡ τύχη δυνατωτέρα καθέστηκε.

Δύο γεννᾷ τέκνα μιμώ· καὶ τὸ μὲν ἓν ἀγαπᾷ, τὸ δὲ ἕτερον μισεῖ. Καὶ ὃ μὲν στέργει, ἀεὶ ἐν τοῖς κόλποις περιφέρουσα καὶ τιθεῖσα ἔνθεν κἀκεῖθεν καὶ τοῦτο καταφιλοῦσα ἀποπνίγει· ὃ δὲ μισεῖ καὶ διώκει, τοῦτο ἐν ταῖς ἐρημίαις ἀπελθὸν ζῇ καθʼ αὐτό.

Ὅτι τισὶν ἐχθραίνειν μᾶλλόν ἐστι καλὸν ἢ φιλεῖν.