Fabulae

Aesop

Fabulae Aesopicae Collectae. Halm, Karl, editor. Leipzig: Teubner, 1872

Λέγεται βασιλεύς τις Αἰγύπτιος πιθήκους ποτὲ πυῤῥιχίζειν διδάξαι· καὶ τὰ θηρία (μιμηλότατα δέ ἐστι τῶν ἀνθρωπίνων) ἐκμαθεῖν τάχιστα καὶ ὀρχεῖσθαι, ἁλουργίδας ἀμπεχόμενα καὶ προσωπεῖα περικείμενα· καὶ μέχρι γε πολλοῦ εὐδοκιμεῖν τὴν θέαν, ἄχρι δή τις θεατὴς ἀστεῖος, κάρυα ὑπὸ κόλπον ἔχων, ἀφῆκεν ἐς τὸ μέσον. Οἱ δὲ πίθηκοι ἰδόντες καὶ ἐκλαθόμενοι τῆς ὀρχήσεως, τοῦθʼ ὅπερ ἦσαν, πίθηκοι ἐγένοντο ἀντὶ πυῤῥιχιστῶν, καὶ ξυνέτριβον τὰ προσωπεῖα, καὶ τὴν ἐσθῆτα κατεῤῥήγνυον, καὶ ἐμάχοντο περὶ τῆς ὀπώρας πρὸς ἀλλήλους· τὸ δὲ σύνταγμα τῆς πυῤῥίχης διελέλυτο καὶ κατεγελᾶτο ὑπὸ τοῦ θεάτρου.

Οἱ πίθηκοι συνελθόντες ἐβουλεύοντο περὶ τοῦ χρῆναι πόλιν οἰκίζειν· καὶ ἐπειδὴ ἔδοξεν αὐτοῖς, ἤμελλον ἅπτεσθαι τοῦ ἔργου. Γέρων οὖν τις πίθηκος ἐπέσχεν

178
αὐτοὺς εἰπών, ὅτι ῥᾷον ἁλώσονται περιβόλων ἐντὸς ἀποληφθέντες.