Fabulae
Aesop
Fabulae Aesopicae Collectae. Halm, Karl, editor. Leipzig: Teubner, 1872
Ἔν τινι ἐπαύλει ὄνος καὶ ἀλεκτρυὼν ἦσαν· λέων δὲ λιμώττων ὡς ἐθεάσατο τὸν ὄνον, οἷός τε ἦν εἰσελθὼν τοῦτον καταθοινήσασθαι. Περὶ δὲ τὸν ψόφον ἀλεκτρυόνος φθεγξαμένου καταπτήξας (φασὶ γὰρ, τοὺς λέοντας πτύρεσθαι πρὸς τὰς τῶν ἀλεκτρυόνων φωνὰς), εἰς φυγὴν ἐτράπη. Καὶ ὁ ὄνος ἀναπτερωθεὶς κατʼ αὐτοῦ, εἴγε ἀλεκτρυόνα ἐφοβήθη, ἐξῆλθεν ὡς ἀποδιώξων αὐτόν· ὁ δὲ, ὡς μακρὰν ἐγένετο, κατέφαγεν αὐτόν.
Οὕτω καὶ τῶν ἀνθρώπων ἔνιοι ταπεινουμένους τοὺς ἑαυτῶν ἐχθροὺς ὁρῶντες, καὶ διὰ τοῦτο καταθρασυνόμενοι, λανθάνουσιν ὑπʼ αὐτῶν ἀναλισκόμενοι.
Ὄνῳ ποτὲ ἀλεκτρυὼν συνεβόσκετο. Λέοντος δʼ ἐπελθόντος τῷ ὄνῳ, ὁ ἀλεκτρυὼν ἐφώνησε· καὶ ὁ μὲν λέων (φασὶ γὰρ τοῦτον τὴν τοῦ ἀλεκτρυόνος φωνὴν φοβεῖσθαι) ἔφυγεν. Ὁ δʼ ὄνος, νομίσας διʼ αὑτὸν πεφευγέναι, ἐπέδραμεν εὐθὺς τῷ λέοντι. Ὡς δὲ πόῤῥω τοῦτον ἐδίωξεν, ἔνθα μηκέτι ἡ τοῦ ἀλεκτρυόνος ἐφικνεῖτο φωνὴ, στραφεὶς ὁ λέων τοῦτον κατεθοινήσατο. Ὁ δὲ θνήσκων ἐβόα· ,,ἄθλιος ἐγὼ καὶ ἀνόητος· πολεμιστῶν γὰρ μὴ ὢν γονέων, τίνος χάριν εἰς πόλεμον ἐξωρμήθην;“
Ὁ μῦθος δηλοῖ, ὅτι πολλοὶ τῶν ἀνθρώπων ταπεινουμένοις ἐπίτηδες τοῖς ἐχθροῖς ἐπιτίθενται, καὶ οὕτως ὑπʼ ἐκείνων ἀπόλλυνται.