Fabulae
Aesop
Fabulae Aesopicae Collectae. Halm, Karl, editor. Leipzig: Teubner, 1872
Ἴωνες καὶ Αἰολέες, ὡς οἱ Λυδοὶ τάχιστα κατεστράφατο ὑπὸ Περσέων, ἔπεμπον ἀγγέλους ἐς Σάρδις παρὰ Κῦρον, ἐθέλοντες ἐπὶ τοῖσι αὐτοῖσι εἶναι τοῖσι καὶ Κροίσῳ ἔσαν κατήκοοι. Ὁ δὲ ἀκούσας αὐτέων τὰ προΐσχοντο ἔλεξέ σφι λόγον, ἄνδρα φὰς αὐλητὴν, ἰδόντα
14
ἰχθῦς ἐν τῇ θαλάσσῃ, αὐλέειν, δοκέοντά σφεας ἐξελεύ- σεσθαι ἐς γῆν· ὡς δὲ ψευσθῆναι τῆς ἐλπίδος, λαβεῖν ἀμφίβληστρον καὶ περιβαλεῖν τε πλῆθος πολλὸν τῶν ἰχθύων καὶ ἐξειρύσαι· ἰδόντα δὲ παλλομένους, εἰπεῖν ἄρα αὐτὸν πρὸς τοὺς ἰχθῦς· „παύεσθέ μοι ὀρχεόμενοι, ἐπεὶ οὐδʼ ἐμέο αὐλέοντος ἠθέλετε ἐκβαίνειν ὀρχεόμενοι. “Κῦρος μὲν τοῦτον τὸν λόγον τοῖσι Ἴωσι καὶ τοῖσι Αἰολεῦσι τῶνδε εἵνεκα ἔλεξε, ὅτι δὴ οἱ Ἴωνες πρότερον, αὐτοῦ Κύρου δεηθέντος διʼ ἀγγέλων ἀπίστασθαί σφεας ἀπὸ Κροίσου, οὐκ ἐπείθοντο, τότε δὲ, κατεργασμένων τῶν πρηγμάτων, ἔσαν ἕτοιμοι πείθεσθαι Κύρῳ.Ἁλιεὺς καθεὶς τὸ δίκτυον ἀνήνεγκε μαινίδα. Τῆς δὲ ἱκετευούσης αὐτὸν πρὸς τὸ παρὸν μεθεῖναι αὐτὴν, ἐπειδὴ μικρὰ τυγχάνει, ὕστερον δὲ αὐξυνθεἔσαν συλλαβεῖν εἰς μείζονα ὠφέλειαν, ὁ ἁλιεὺς εἶπεν· „ἀλλʼ ἔγωγε εὐηθέστατος ἄν εἴην, εἰ τὸ παρὸν κέρδος ἀφεὶς ἄδηλον ἐλπίδα διώκοιμι.“
Ὁ λόγος δηλοῖ, ὅτι αἱρετώτερόν ἐστι κέρδος τὸ παρὸν, κἄν μικρὸν ᾖ, τοῦ προσδοκωμένου κἂν μέγα ὑπάρχῃ·