Fabulae
Aesop
Fabulae Aesopicae Collectae. Halm, Karl, editor. Leipzig: Teubner, 1872
Λέων ποτʼ ἀνδρῶν βίον ἄριστον ἐζήλου, καὶ δὴ κατʼ εὐρὺν φωλεὸν διατρίβων, ὅσων ἀρίστην ὀριτρόφων φυὴν ἔγνω, φιλοφρονεῖσθαι γνησίως ἐπειρᾶτο. πολὺς δʼ ὑπὸ σπήλυγγι θαμινὰ παντοίων
119
θηρῶν ὅμιλος ἡμέρως συνηυλίσθη· ὁ δʼ εἱστία τε κἀφίλει νόμῳ ξείνων, λίην τιθεὶς ἅπασι δαῖτα θυμήρη. φίλην δὲ κερδὼ καὶ σύνοικον εἰλήφει, μεθʼ ἧς τὰ πολλὰ μειλίχως συνεζήτει. γέρων δέ τις πίθηκος ἦν ὁ δαιτρεύων κρεῶν τε συσσίτοισι διανέμων μοίρας· ὃς, εἴ τις ἦλθεν οὐχὶ τῆς συνηθείης, ταὐτὸν παρετίθει δεσπότῃ τε κἀκείνῳ, ὅπερ εἷλεν ὁ λέων νεοδρόμῳ λαβὼν θήρῃ· κερδὼ δʼ ἑώλων ἔφερεν οὐκ ἴσην μοῖραν. καὶ δὴ ποτʼ αὐτὴν προσποιητὰ σιγῶσαν δείπνου τε χεῖρα καὶ βορῆς ἀποσχοῦσαν, λέων τίνʼ εἶχεν αἰτίην διηρώτα· „κερδοῖ σοφὴ, λάλησον ὥσπερ εἰώθεις· φαιδρῷ προσώπῳ δαιτός, ὦ φίλη, ψαῦσον.“ ἡ δʼ εἶπεν· „ὦ φέριστε θηρίων γέννης, πολλῇ μερίμνῃ καρδίην διαξαίνω· οὐ γὰρ τὰ νῦν παρόντα μοῦνον ἀλγύνει, τὰ δʼ ἔπειτα·“ φησὶ „προσκοπουμένη κλαίω καθʼ ἡμέραν γὰρ εἴ τις ἄλλος, εἶτʼ ἄλλος ξένος πελάζοι, τοῦτο δʼ εἰς ἔθος βαίνοι, τάχʼ οὐδʼ ἑώλων γεύσομαι κρεῶν μούνη.„ Ὁ λέων δὲ τερφθεὶς ἵλεως τε μειδήσας εἶπεν· „πιθήκῳ ταῦτα μηδʼ ἐμοὶ μέμφου.“Ὅτι μᾶλλον ἀλγύνειν καὶ λυπεῖν οἶδεν ἀνθρώπους οὐ τὰ παρόντα μόνον, καθʼ ὅσον ἤδη ἡ τῶν μελλόντων προσδοκία.
Λέοντι προσπτὰς αἰετῶν τις ἐζήτει κοινωνὸς εἶναι· χ λέων „τί κωλύει;“
120
πρὸς αὐτὸν εἶπεν· „ἀλλʼ ἐνέχυρον ἦ δώσεις τὠκύπτερόν σου μὴ μεθεῖναι τὴν πίστιν; πῶς γὰρ φίλῳ σοι μὴ μένοντι πιστεύσω;“Ὁ μῦθος ἐκδιδάσκει, μὴ τάχιστα πᾶσι πιστεύειν, καὶ μάλιστα τοῖς μήπω φίλοις.