Fabulae

Aesop

Fabulae Aesopicae Collectae. Halm, Karl, editor. Leipzig: Teubner, 1872

Στάσις ἦλθε πᾶσι τοῖς τετραπόδοις, καύχημα κατέχουσα εἰς παίδων πλήθη. Καὶ δὴ ἔφασκον τῇ λεαίνῃ βοῶντες· „εἰπὲ καὶ σὺ τὸ, πόσους παῖδας τίκτεις ;“ Ἡ δὲ γελῶσα πρὸς αὐτοὺς ταῦτα λέγει· „σκύμνον μὲν ἕνα, ἀλλὰ γενναῖον πάνυ.“

Ὁ μῦθος δηλοῖ, ὅτι κρείσσων εἷς ῥώμῃ σώματος καὶ ἀνδρείᾳ καὶ φρονήσει, ἢ πολλοὶ δειλοὶ καὶ ἄφρονες.

Δημηγορούντων τῶν δασυπόδων καὶ τὸ ἴσον ἀξιούντων πάντας ἔχειν, οἱ λέοντες ἔφασαν· „οἱ λόγοι ὑμῶν, ὦ δασύποδες, ὀνύχων τε καὶ ὀδόντων, οἵων ἡμεῖς ἔχομεν, δέονται.“