Fabulae
Aesop
Fabulae Aesopicae Collectae. Halm, Karl, editor. Leipzig: Teubner, 1872
Λαγωοί ποτε πολεμοῦντες ἀετοῖς παρεκάλουν εἰς συμμαχίαν ἀλώπεκας· αἱ δʼ ἔφασαν· „ἐβοηθήσαμεν ἄν ὑμῖν, εἰ μὴ ιᾔδειμεν, τίνες ἐστὲ, καὶ τίσι πολεμεῖτε.“
Ὁ λόγος δηλοῖ, ὅτι οἱ φιλονεικοῦντες τοῖς κρείττοσι σὺν τῷ διαμαρτεῖν καὶ καταπαίζονται.
Λαγωοὶ καταγνόντες ἑαυτῶν δειλίαν ἔγνωσαν δεῖν ἑαυτοὺς κατακρημνίσαι. Παραγενομένων δὲ αὐτῶν ἐπί τινα κρημνὸν, ᾧ λίμνη ἐπέκειτο, ἐνταῦθα βάτραχοι ἀκούσαντες τῆς ποδοψοφίας ἑαυτοὺς εἰς τὰ βάθη τῆς λίμνης ἐδίδοσαν. Εἷς δέ τις τῶν λαγωῶν θεασάμενος αὐτοὺς ἔφη πρὸς τοὺς ἑτέρους· „ἀλλὰ μηκέτι ἑαυτοὺς κατακρημνίσωμεν· ἰδοὺ γὰρ εὕρηνται καὶ ἡμῶν δειλότερα ζῶα.“
Οὕτω καὶ τοῖς ἀνθρώποις αἰ τῶν ἄλλων δυστυχίαι τῶν ἰδίων δυστυχημάτων παραμύθιον γίνονται.