Fabulae
Aesop
Fabulae Aesopicae Collectae. Halm, Karl, editor. Leipzig: Teubner, 1872
Λέοντος δορὰν κύνες εὑρόντες, διεσπάραττον ταύτην. Τούτοις δὲ ἀλώπηξ ἰδοῦσα ἔφη· „εἰ οὗτος ὁ λέων τοῖς ζῶσι συνῆν, εἴδετε ἂν τοὺς αὐτοῦ ὄνυχας ἰσχυροτέρους τῶν ὑμετέρων ὀδόντων.“
Ὁ μῦθος δηλοῖ τοὺς τῶν ἐνδόξων καταφρονοῦντας, ὅταν τῆς δόξης ἐκπίπτωσιν.
Ἤιει κυνηγὸς ἐξ ὄρους κυνηγήσας, ᾔει δὲ γριπεὺς κύρτον ἰχθύων πλήσας. καί πως συνηβόλησαν οἱ δύʼ ἀλλήλοις· χὡ μὲν κυνηγὸς ἰχθύων ἁλιπλώων, θήραν δʼ ὁ γριπεὺς ᾑρέτιζεν ἀγρείην, ἃ τʼ εἶχον ἀντέδωκαν· εἶτα τὴν θήρην ἤμειβον αἰεί, δεῖπνα δʼ εἶχον ἡδίω,
109
ἕως τις αὐτοῖς εἶπεν· „ἀλλὰ καὶ τούτων τὸ χρηστὸν ἐξολεῖτε τῇ συνηθείᾳ, πάλιν δʼ ἕκαστος ἃ πρὶν εἶχε ζητήσει.“Ὅτι πᾶς δυσάρεστος, τοῦ παρόντος ἡδέος μικρόν τι ἀπολαύσας, εὐθὺς τὴν ἐπιθυμίαν ἐφʼ ἕτερον τρέπει.