Fabulae
Aesop
Fabulae Aesopicae Collectae. Halm, Karl, editor. Leipzig: Teubner, 1872
Κολοιὸς, τῷ μεγέθει τῶν ἄλλων κολοιῶν διαφέρων, ὑπερφρονήσας τοὺς ὁμοφύλους παρεγένετο πρὸς τοὺς κόρακας, καὶ τούτοις ἠξίου συνδιαιτᾶσθαι. Οἱ δὲ ἀγνοοῦντες αὐτοῦ τό τε εἶδος καὶ τὴν φωνὴν παίοντες αὐτὸν ἐξέβαλον. Καὶ ὅς ἀπελαθεὶς ὑπʼ αὐτῶν ἧκε πάλιν εἰς τοὺς κολοιούς· οἱ δὲ ἀγανακτοῦντες ἐπὶ τῇ ὕβρει οὐ προσεδέξαντο αὐτόν· οὕτω τε συνέβη αὐτῷ τῆς μετʼ ἀμφοτέρων διαίτης στερηθῆναι.
Οὕτω καὶ τῶν ἀνθρώπων οἱ τὰς πατρίδας ἀπολιμπάνοντες καὶ τὴν ἀλλοδαπὴν προκρίνοντες οὔτε ἐν ἐκείνοις εὐδοκιμοῦσι, καὶ ὑπὸ τῶν ἰδίων πολιτῶν ἀποστρέφονται.
Κολοιὸς ἔν τινι περιστερεῶνι περιστερὰς ἰδὼν καλῶς τρεφομένας, λευκάνας ἑαυτὸν ἦλθεν, ὡς καὶ αὐτὸς τῆς αὐτῆς διαίτης μεταληψόμενος. Αἱ δὲ, μέχρι μὲν ἡσύχαζεν, οἰόμεναι περιστερὰν αὐτὸν εἶναι, προσίεντο·
Ὁ μῦθος δηλοῖ, ὅτι δεῖ καὶ ἡμᾶς τοῖς ἑαυτῶν ἀρκεῖσθαι, λογιζομένους, ὅτι ἡ πλεονεξία πρὸς τῷ μηδὲν ὠφελεῖν ἀφαιρεῖται καὶ τὰ προσόντα πολλάκις.
Κολοιόν τις συλλαβὼν καὶ δήσας τον αὐτοῦ πόδα λίνῳ, τοῖς αὑτοῦ παισὶν ἔδωκεν. Ὁ δὲ οὐχ ὑπομείνας τὴν μετʼ ἀνθρώπων δίαιταν, ὡς πρὸς ὀλίγον ἀδείας ἔτυχε, φυγὼν ἧκεν εἰς τὴν ἑαυτοῦ καλιάν. Περιειληθέντος δὲ τοῦ δεσμοῦ τοῖς κλάδοις, ἀναπτῆναι μὴ δυνάμενος, ἐπειδὴ ἀποθνήσκειν ἔμελλεν, ἔφη πρὸς ἑαυτόν· „ἀλλʼ ἔγωγε δείλαιος, ὅστις τὴν μετὰ τῶν ἀνθρώπων δουλείαν μὴ ὑπομείνας ἔλαθον ἐμαυτὸν καὶ σωτηρίας στερήσας.“
Οὗτος ὁ λόγος ἁρμόσειεν ἂν ἐπʼ ἐκείνους τῶν ἀνθρώπων, οἵτινες μετρίων ἑαυτούς κινδύνων ῥύσασθαι βουλόμενοι ἔλαθον εἰς μείζονα δεινὰ πεσόντες.
Ἀνήρ τις ἀποδημήσας, εἶτα δὲ πάλιν πρὸς τὴν ἑαυτοῦ γῆν ἐπανελθὼν, ἄλλα τε πολλὰ ἐν διαφόροις ἠνδραγαθηκέναι χώραις ἐκόμπαζε, καὶ δὴ κἀν τῇ Ῥόδῳ πεπηδηκέναι πήδημα, οἷον οὐδεὶς τῶν ἐπʼ αὐτοῦ δυνατὸς ἂν εἴη πηδῆσαι. Πρὸς ταῦτα δὲ καὶ μάρτυρας τοὺς ἐκεῖ παρόντας ἔλεγεν ἔχειν. Τῶν δὲ παρόντων τις ὑπολαβὼν ἔφη· „ὦ οὗτος, εἰ ἀληθὲς τοῦτʼ ἔστιν,
Ὁ μῦθος δηλοῖ, ὅτι, ἐὰν μὴ πρόχειρος ἡ τοῦ πράγματος ἀπόδειξις ᾖ, πᾶς λόγος περιττός ἐστιν.
Ἀνὴρ πένταθλος ἐπʼ ἀνανδρίᾳ ἑκάστοτε ὑπὸ τῶν πολιτῶν ὀνειδιζόμενος, ἀποδημήσας ποτὲ καὶ μετὰ χρό- νον ἐπανελθὼν, ἀλαζονευόμενος ἔλεγεν, ὡς πολλὰ μὲν) καὶ ἐν ἄλλαις πόλεσιν ἀνδραγαθήσας ἐν τῇ Ῥόδῳ τοιοῦτον ἥλατο πήδημα, ὡς μηδένα τῶν Ὀλυμπιονικῶν ἐφικέσθαι· καὶ τούτου μάρτυρας ἔφη παρέξεσθαι τοὺς παρατετυχηκότας ἄνδρας, ἄν ἄρα ποτὲ ἐπιδημήσωσι. Τῶν δὲ παρόντων τις ὑποτυχὼν ἔφη πρὸς αὐτόν· ,,ἀλλʼ ὦ φίλε, εἰ τοῦτο ἀληθές ἐστιν, οὐδὲν δεῖ σοι μαρτύ- ρων· αὕτη γὰρ Ῥόδος καὶ πήδημα.
Ὁ λόγος δηλοῖ, ὅτι, ὧν πρόχειρος ἡ διʼ ἔργων πεῖρα, περὶ τούτων πᾶς λόγος περιττός ἐστι.
Κόραξ κρέας ἁρπάσας ἐπί τινος δένδρου ἐκάθισεν· ἀλώπηξ δὲ θεασαμένη αὐτὸν καὶ βουλομένη τοῦ κρέως περιγενέσθαι, στᾶσα ἐπῄνει αὐτὸν ὡς εὐμεγέθη τε καὶ καλὸν, λέγουσα καὶ, ὡς πρέπει αὐτῷ μάλιστα τῶν ὀρνέων βασιλεύειν, καὶ τοῦτο πάντως ἄν γένοιτο, εἰ φωνὴν εἶχεν. Ὁ δὲ παραστῆσαι αὐτῇ βουλόμενος, ὅτι καὶ φωνὴν ἔχει, βαλὼν τὸ κρέας μεγάλως ἐκεκράγει· ἐκείνη δὲ προσδραμοῦσα καὶ τὸ κρέας ἁρπάσασα ἔφη· „ὦ κόραξ, ἔχεις τὰ πάντα· νοῦν μόνον κτῆσαι.“
Πρὸς ἄνδρα ἀνόητον ὁ λόγος εὔκαιρος.
Τῷ κόρακι τὸ θήραμα τυρὸς ἦν, καὶ ἐν μετεώρῳ
Ἐχθροῖς πειθαρχῶν ὑποστήσῃ τὴν βλάβην.
Κόραξ ὑπὸ παγίδος κρατηθεὶς, ηὔξατο τῷ Ἀπόλλωνι, λιβανωτὸν ἐπιθύσειν ὑπισχνῶν. Σωθεὶς δʼ ἐκ τοῦ κινδύνου, τῆς ὑποσχέσεως ἐπελάθετο. Πάλιν δὲ ὑφʼ ἑτέρας κρατηθεὶς παγίδος, ἀφεὶς τὸν Ἀπόλλωνα, τῷ Ἑρμῇ ὑπέσχετο θῦσαι. Ὁ δὲ πρὸς αὐτὸν ἔφη· „ὦ κάκιστε, πῶς σοι πιστεύσω, ὃς τὸν πρότερον δεσπότην ἤρνησας καὶ ἠδίκησας;“
Ὅτι οἱ πρὸς τοὺς εὐεργετοῦντας ἀγνώμονες γενόμενοι, ἐν περιστάσει ἐμπεσόντες, οὐχ ἕξουσι βοήθειαν.
Ἑωρακὼς τὸν κύκνον ὁ κόραξ ἐζήλου τοῦ χρώμα- τος. Οἰηθεὶς δὲ εἶναι τοιοῦτον οἷς ἀπελούετο, τοὺς βωμοὺς ἐκλιπὼν, ὅθεν ἐτρέφετο, λίμναις καὶ ποταμοῖς ἐνδιέτριβε. Καὶ τὸ μὲν σῶμα φαιδρύνων οὐκ ἤμειβε, τροφῆς δὲ ἀπορῶν διεφθείρετο.
Φύσιν οὐκ οἶδε μεταβάλλειν ἡ δίαιτα.
Κόραξ τροφῆς ἀπορῶν ὡς ἐθεάσατο ὄφιν ἔν τινι εὐηλίῳ τόπῳ κοιμώμενον, τοῦτον καταπτὰς ἥρπασε.
Οὗτος ὁ λόγος λεχθείη ἂν πρὸς ἄνδρα, ὅς διὰ θησαυροῦ εὕρεσιν καὶ περὶ σωτηρίας ἐκινδύνευσε.
Ἰκτῖνος ὄφιν ἄνω πετάσας φέρει. Ὁ δὲ ἐπιστρα- φεὶς, καὶ δακὼν τοῦτον [αὖθις] εὐθὺς ἔκτεινεν. Ὁ δʼ ὄφις ἀνεβόα· „ἵνα τί ἄρα οὕτως αὐτὸς ἐμάνης, ὥστε τοὺς μηδὲν ὅλως ἠδικηκότας βλάπτειν ἐβούλου καὶ θάνατον προσάγειν ; ὅμως πέπονθας ὅ ἐβούλου μοι πρᾶξαι.“
Ὅτι πλεονεξίᾳ τις προσέχων καὶ τοὺς ἀσθενεῖς ἀδικῶν, ἰσχυροτέροις ἐμπεσών ποτε, καὶ μὴ ἐλπίζων, ἐκτίσει ἃ πρότερον πεποίηκε κακά.
Κόραξ νοσῶν ἔφη τῇ μητρί· „εὔχου τοῖς θεοῖς καὶ μὴ θρήνει.“ δʼ ὑπολαβοῦσα ἔφη· „τίς σε, τέκνον, τῶν θεῶν ἐλεήσει ; τίνος γὰρ κρέας ὑπὸ σοῦγε οὐκ ἐκλάπη;“
Ὁ μῦθος δηλοῖ, ὅτι οἱ πολλούς ἐχθροὺς ἐν βίῳ ἔχοντες οὐδένα φίλον ἐν ἀνάγκῃ εὑρήσουσιν.
Κορυδαλλὸς, εἰς πάγην ἁλοὺς, θρηνῶν ἔλεγεν· „οἴμοι τῷ ταλαιπώρῳ καὶ δυστήνῳ πτηνῷ· οὐ χρυσὸν ἐνοσφισάμην τινὸς, οὐκ ἂργυρον, οὐκ ἄλλο τι τῶν τιμίων· κόκκος δὲ σίτου μικρὸς τὸν θάνατόν μοι προὐξένησεν.“
Ὁ μῦθος πρὸς τοὺς διὰ κέρδος εὐτελὲς μέγαν ὑφισταμένους κίνδυνον.
Κορυδαλὸς ἦν τις ἐν χλόῃ νεοσσεύων, ὁ τῷ χαραδριῷ πρὸς τὸν ὄρθρον ἀντᾴδων, ὃς παῖδας εἶχε ληίου κόμῃ θρέψας λοφῶντας ἤδη καὶ πτεροῖσιν ἀκμαίους. ὁ δὲ τῆς ἀρούρης δεσπότης ἐποπτεύων, ὡς ξηρὸν εἶδε τὸ θέρος, εἶπε· „νῦν ὥρη πάντας λαβεῖν μοι τοὺς φίλους, ἵνʼ ἀμήσω.“ καί τις κορυδαλοῦ τῶν λοφηφόρων παίδων ἤκουσεν αὐτοῦ τῷ τε πατρὶ μηνύει, σκοπεῖν κελεύων ποῦ σφέας μεταστήσει. ὁ δʼ εἶπεν· „οὔπω καιρός ἐστι νῦν φεύγειν ὃς γὰρ φίλοις πέποιθεν οὐκ ἄγαν σπεύδει.“ ὡς δʼ αὖθις ἐλθών ἡλίου δʼ ὑπʼ ἀκτίνων ἤδη ῥέοντα τὸν στάχυν θεωρήσας, μισθὸν μὲν ἀμητῆρσιν αὔριον πέμψειν, μισθὸν δὲ πᾶσι δραγματηφόροις δώσειν εἶπεν, κορυδαλὸς παισὶ νηπίοις οὕτως· „νῦν ἔστιν ὥρη, παῖδες, ἀλλαχοῦ φεύγειν, ὅτʼ αὐτὸς αὑτῷ κοὐ φίλοισι πιστεύει.“
Ὁ μῦθος διδάσκει ἡμᾶς ἐμπιμελεῖσθαι τῶν οἰκείων, ὅση δύναμις, καὶ μὴ καταφρονεῖν, θαῤῥοῦντας ταῖς τῶν φίλων συνδρομαῖς.
Ἀμαθὴς γὰρ ἔφυς κοὐ πολυπράγμων, οὐδʼ Αἴσωπον
Κορώνη, φθονήσασα κόρακι ἐπὶ τῷ διὰ οἰωνῶν μαντεύεσθαι ἀνθρώποις καὶ τὸ μέλλον προφαίνειν καὶ διὰ τοῦτο ὑπʼ αὐτῶν μαρτυρεῖσθαι, ἠβουλήθη τῶν αὐτῶν ἐφικέσθαι. Καὶ δὴ θεασαμένη τινὰς ὁδοιπόρους παριόντας, ἧκεν ἐπί τι δένδρον καὶ στᾶσα μεγάλως ἐκεκράγει· τῶν δὲ πρὸς τὴν φωνὴν ἐπιστραφέντων καὶ καταπλαγέντων, εἷς τις ὑποτυχὼν ἔφη· ,,ἀλλʼ ἀπίω- μεν, ὦ φίλοι· κορώνη γάρ ἐστιν, ἥτις κεκραγυῖα οἰω- νὸν οὐκ ἔχει.“
Οὕτω καὶ τῶν ἀνθρώπων οἱ τοῖς κρείττοσιν ἀνθαμιλλώμενοι πρὸς τῷ τῶν ἴσων μὴ ἐφικέσθαι καὶ γέλωτα ὀφλισκάνουσι.
Κορώνη, Ἀθηνᾷ θύουσα, κύνα ἐπὶ ἑστίασιν ἐκάλει. Ὁ δὲ πρὸς αὐτὴν ἔφη· „τί μάτην τὰς θυσίας ἀναλίσκεις; ἡ γὰρ θεὸς οὕτω σε μισεῖ, ὡς κὰκ τῶν συντρόφων σοι οἰωνῶν τὴν πίστιν περιελεῖν.“ Καὶ ἡ κορώνη πρὸς αὐτόν· „διὰ τοῦτο μᾶλλον αὐτῇ θύω, ἵνα διαλλαγῇ μοι.“
Ὁ μῦθος δηλοῖ, ὅτι πολλοὶ διὰ κέρδος τοὺς ἐχθροὺς εὐεργετεῖν οὐκ ὀκνοῦσιν.
Γεωργοῦ παῖς ὤπτα κοχλίας. Ἀκούσας δὲ αὐτῶν τρυζόντων, ἔφη· „ὦ κάκιστα ζῶα, τῶν οἰκιῶν ὑμῶ ἐμπιπραμένων, αὐτοὶ ἄδετε;“
Ὁ μῦθος δηλοῖ, ὅτι πᾶν τὸ παρὰ καιρὸν δρώμενον ἐπονείδιστον.
Ἀνὴρ εὐπορῶν χῆνά τε ἅμα καὶ κύκνον ἔτρεφεν, οὐκ ἐπὶ τοῖς αὐτοῖς μέντοι· τὸν μὲν γὰρ ᾠδῆς, τὸν δὲ τραπέζης ἕνεκεν. Ἐπεὶ δὲ ἔδει τὸν χῆνα παθεῖν ἐφʼ οἷς ἐτρέφετο, νὺξ μὲν ἦν, καὶ διαγινώσκειν ὁ καιρὸς οὐκ ἀφῆκεν ἑκάτερον. Ὁ δὲ κύκνος, ἀντὶ τοῦ χηνὸς ἀπαχθεὶς, ᾄδει τι μέλος θανάτου προοίμιον· καὶ τῇ μὲν ᾠδῇ μηνύει τὴν φύσιν, τὴν δὲ τελευτὴν διαφεύγει τῷ μέλει. Ὁ μῦθος δηλοῖ, ὅτι πολλάκις ἡ μουσικὴ τελευτῆς ἀναβολὴν ἀπεργάζεται.
Τοὺς κύκνους φασὶ παρὰ τὸν θάνατον ᾄδειν. Καὶ δή τις περιτυχὼν κύκνῳ πωλουμένῳ, καὶ ἀκούσας, ὅτι εὐμελέστατον ζῶον, ἠγόρασε. Καὶ ἔχων ποτὲ σύνδειπνον, προσελθὼν παρεκάλει αὐτὸν ᾆσαι παρὰ τὸν πότον. Τοῦ δὲ τότε μὲν ἡσυχάσαντος, ὕστερον δέ ποτε, ὡς ἐνόησεν, ὅτι ἀποθνήσκειν ἔμελλε, θρηνοῦντος αὑτὸν, ὁ δεσπότης ἀκούσας ἔφη· „ἀλλʼ εἰ σὺ οὐκ ἄλλως ᾄδεις, ἐὰν μὴ ἀποθνήσκῃς, ἐγὼ μάταιος ἤμην τότε, ὅτε σε παρεκάλουν, ἀλλʼ οὐκ ἔθυον.“
Οὕτω τινὲς τῶν ἀνθρώπων, ἃ μὴ βούλονται ἑκουσίως ποιεῖν, ἄκοντες ταῦτα ἐπιτελοῦσιν.