Fabulae
Aesop
Fabulae Aesopicae Collectae. Halm, Karl, editor. Leipzig: Teubner, 1872
Αἴσωπον ἀπὸ δείπνου βαδίζονθʼ ἐσπέρας θρασεῖα καὶ μεθύση τις ὑλάκτει κύων. κἄπειτ’ ἐκεῖνος εἶπεν· ,,ὦ κύον, κύον, εἰ νὴ Δίʼ ἀντὶ τῆς κακῆς γλώττης ποθὲν πυροὺς πρίαιο, σωφρονεῖν ἄν μοι δοκοῖς.“
Ἀλεκτόρων δύο μαχομένων περὶ θηλειῶν ὀρνίθων, ὁ εἷς τὸν ἕτερον κατετροπώσατο. Καὶ ὁ μὲν ἡττηθεὶς εἰς τόπον κατάσκιον ἀπιὼν ἐκρύβη· ὁ δὲ νικήσας, εἰς ὕψος ἀρθεὶς καὶ ἐφʼ ὑψηλοῦ τοίχου στὰς, μεγαλοφώνως ἐβόησε. Καὶ παρευθὺς ἀετὸς καταπτὰς ἥρπασεν αὐτόν. Ὁ δʼ ἐν σκότῳ κεκρυμμένος ἀδεῶς ἔκτοτε ταῖς θηλείαις ἐπέβαινεν.
Ὁ μῦθος δηλοῖ, ὅτι κύριος ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν.