Fabulae

Aesop

Fabulae Aesopicae Collectae. Halm, Karl, editor. Leipzig: Teubner, 1872

Αἶγα καὶ ὄνον ἔτρεφέ τις. δὲ αἴξ φθονήσασα τῷ ὄνῳ διὰ τὸ περισσὸν τῆς τροφῆς, ἔλεγεν, ὡς ἄπειρα κολάζῃ, ποτὲ μὲν ἀλήθων, ποτὲ δὲ ἀχθοφορῶν· καὶ συνεβούλευεν ἐπίληπτον ἑαυτὸν ποιῆσαι καὶ καταπεσεῖν ἔν τινι βόθρῳ, καὶ ἀναπαύσεως τυχεῖν. Ὁ δὲ πιστεύσας καὶ πεσὼν συνετρίβη. Ὁ δὲ δεσπότης τὸν ἰατρὸν καλέσας ᾔτει βοηθεῖν. Ὁ δὲ αἰγὸς πνεύμονα ἐγχυματίσαι ἔλεγεν αὐτῷ, καὶ τῆς ὑγείας τυχεῖν. Τὴν δὲ αἶγα θύσαντες τὸν ὄνον ἰάτρευον.

Ὅτι ὅστις καθʼ ἑτέρου δόλια μηχανᾶται, ἑαυτοῦ γίνεται τῶν κακῶν ἀρχηγός.

Αἴσωπός ποτε ὁ λογοποιὸς σχολὴν ἄγων εἰς ναυπήγιον εἰσῆλθε· τῶν δὲ ναυπηγῶν σκωπτόντων τε αὐτὸν καὶ ἐκκαλουμένων εἰς ἀπόκρισιν, ὁ Αἴσωπος ἔλεγε·,,Τὸ παλαιὸν χάος καὶ ὕδωρ γενέσθαι· τὸν δὲ Δία βουλόμενον καὶ τὸ τῆς γῆς στοιχεῖον ἀναδεῖξαι, παραινέσαι αὐτῇ, ὅπως ἐπὶ τρὶς ἐκροφήσῃ τὴν θάλασσαν. Κἀκείνη ἀρξαμένη τὸ μὲν πρῶτον τὰ ὄρη ἐξέφηνεν, ἐκ δευτέρου

10
δὲ ἐκροφήσασα καὶ τὰ πεδία ἀπεγύμνωσεν· ἐὰν δὲ δόξῃ αὐτῇ καὶ τὸ τρίτον ἐκπιεῖν τὸ ὕδωρ, ἄχρηστος ὑμῖν ἡ τέχνη γενήσεται.“

Ὁ λόγος δηλοῖ, ὅτι οἱ τοὺς κρείττονας χλευάζοντες λανθάνουσι μείζονας ἑαυτοῖς τὰς ἀνίας ἐξ αὐτῶν ἐπισπώμενοι.

Αἴσωπον ἀπὸ δείπνου βαδίζονθʼ ἐσπέρας θρασεῖα καὶ μεθύση τις ὑλάκτει κύων. κἄπειτ’ ἐκεῖνος εἶπεν· ,,ὦ κύον, κύον, εἰ νὴ Δίʼ ἀντὶ τῆς κακῆς γλώττης ποθὲν πυροὺς πρίαιο, σωφρονεῖν ἄν μοι δοκοῖς.“

Ἀλεκτόρων δύο μαχομένων περὶ θηλειῶν ὀρνίθων, ὁ εἷς τὸν ἕτερον κατετροπώσατο. Καὶ ὁ μὲν ἡττηθεὶς εἰς τόπον κατάσκιον ἀπιὼν ἐκρύβη· ὁ δὲ νικήσας, εἰς ὕψος ἀρθεὶς καὶ ἐφʼ ὑψηλοῦ τοίχου στὰς, μεγαλοφώνως ἐβόησε. Καὶ παρευθὺς ἀετὸς καταπτὰς ἥρπασεν αὐτόν. Ὁ δʼ ἐν σκότῳ κεκρυμμένος ἀδεῶς ἔκτοτε ταῖς θηλείαις ἐπέβαινεν.

Ὁ μῦθος δηλοῖ, ὅτι κύριος ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν.

Ἀλεκτρυόνες συμπεσόντες ἀλλήλοις, ὡς νόμος εἶχεν, ἐμάχοντο. Καὶ ὁ μὲν νικηθεὶς κλίνῃ ὑποδὺς ἀπεκρύπτετο, ὁ δὲ νενικηκὼς ἐπὶ στέγους ἀρθεὶς ἀνέκραγε μέγιστον, τὴν νίκην κατάδηλον ἐξ ᾠδῆς ἐργαζόμενος. Καὶ καταπτὰς ἀετὸς τοῦτον ἁρπάζει λαβών.

Νίκῃς ἀσφάλεια μετριότης φρονήματος.

11

Μαχομένων δήποτε τῶν ἀλεκτόρων διὰ τὴν ὄρνιν, τὸ τίς αὐτὴν ἐγγήμῃ, ὁ εἷς ἡττηθεὶς ἐκρύπτετο ἔν τινι γωνίᾳ, ὡς δειλιάσας καὶ εἰς τροπὴν χωρήσας· ὁ δὲ ἕτερος σφοδρῶς μέγα κοκκύσας, ἀνεπέτασεν ἐπάνω τῶν δωμάτων, ὡς τροπαιοῦχος κατὰ τοῦ πολεμίου, φωνῶν· „ἥττησα τὸν ἴδιον ἐχθρόν μου, τροπωσάμενος ἀντίπαλον εἰς κράτος. Ὡς οὖν ἐβόα τοιαῦτα ὁ ἀλέκτωρ, ἧκεν ἀετὸς καταπτὰς ἐκ τῶν ἄνω, καὶ καταλαβὼν τὸν νικητὴν ἐκεῖνον, ἢγαγεν αὐτὸν τοῖς τέκνοις παραυτίκα, βρῶμα ποιήσας τοῖς νεοττοῖς καὶ πόμα. Ὁ δὲ ἕτερος ἐλευθερίως ζήσας, ἢγετο οὕτως ἐν ἀδείᾳ τυγχάνων, λαβὼν κλειαν κατὰ τοῦ πολεμίου τοῦ ἐκπορθοῦντος καὶ τρο- εὔπώσαντος τοῦτον καὶ καυχωμένου, ὡς ὄντος νικηφόρου.

Ὁ λόγος πρὸς ἄνδρας θεομάχους.

Ἀλεκτρυόνας τις ἐπὶ τῆς οἰκίας ἔχων, ὡς περιέτυχε πέρδικι τιθασσῷ πωλουμένῳ, τοῦτον ἀγοράσας ἐκόμι- σεν οἴκαδε ὡς συντραφησόμενον. Τῶν δὲ τυπτόντων αὐτὸν καὶ ἐκδιωκόντων, ὁ πέρδιξ ἐβαρυθύμει, νομίζων διὰ τοῦτο αὐτὸν καταφρονεῖσθαι, ὅτι ἀλλόφυλός ἐστι· μικρὸν δὲ ὕστερον ὡς ἐθεάσατο τοὺς ἀλεκτρυόνας πρὸς ἑαυτοὺς μαχομένους, καὶ οὐ πρότερον ἀποστάντας, πρὶν ἢ ἀλλήλους πατάξαι, ἔφη πρὸς ἑαυτόν· ,,ἀλλʼ ἔγωγε οὐκ ἄχθομαι ὑπὸ τούτων τυπτόμενος· ὁρῶ γὰρ αὐτοὺς οὐδὲ αὐτῶν. ἀπεχομένους.“

Ὁ λόγος δηλοῖ, ὅτι ῥᾳδίως τὰς ἐκ τῶν πέλας ὕβρεις οἱ φρόνιμοι δέχονται, ὅταν ἴδωσιν αὐτοὺς μηδὲ τῶν οἰκείων ἀπεχομένους.

Ἁλιεῖς σαγήνην εἷλκον· βαρείας δʼ αὐτῆς οὔσης, ἔχαιρον καὶ ὠρχοῦντο, πολλὴν εἶναι νομίζοντες τὴν

12
ἄγραν· ὡς δὲ ἑλκύσαντες ἐπὶ τὴν ᾐόνα τὸν μὲν ἰχθὺν ὀλίγον εὗρον, λίθων δὲ καὶ ἄμμων μεστὴν τὴν σαγήνην, οὐ μετρίως ἐβαρυθύμουν, οὐχ οὕτω μᾶλλον ἐπὶ τῷ συμβεβηκότι δυσφοροῦντες, ὅσον ὅτι καὶ τὰ ἐναντία προσειλήφασιν. Εἷς δέ τις ἐν αὐτοῖς γηραιὸς ὤν εἶπεν ,,ἀλλὰ παυσώμεθα, ὦ ἑταῖροι· χαρᾶς γὰρ ὡς ἔοικεν ἀδελφή ἐστιν ἡ λύπη· καὶ ἡμᾶς ἔδει τοσαῦτα προησθέντας πάντως τι καὶ λυπηθῆναι.“

Ἀτὰρ οὖν καὶ ἡμᾶς δεῖ τοῦ βίου τὸ εὐμετάβλητον ὁρῶντας μὴ τοῖς αὐτοῖς ἀεὶ πράγμασιν ἐπαγάλλεσθαι, λογιζομένους, ὅτι ἐκ πολλῆς εὐδίας ἀνάγκη καὶ χειμῶνα γενέσθαι.

Ἁλιεῖς, ἐξελθόντες ἐπʼ ἄγραν, ἐπειδὴ πολὺν χρόνον ταλαιπωρήσαντες οὐδὲν εἷλον, σφόδρα τε ἠθύμουν καὶ ἀναχωρῆσαι παρεσκευάζοντο. Εὐθὺς δὲ θύννος, ὑπό του τῶν μεγίστων διωκόμενος ἰχθύων, εἰς τὸ πλοῖον αὐτῶν εἰσήλατο. Οἱ δὲ τοῦτον λαβόντες μεθʼ ἡδονῆς ἀνεχώρησαν.

Ὁ μῦθος δηλοῖ, ὅτι πολλάκις, ἃ μὴ τέχνη παρέσχε, ταῦτα τύχη ἐδωρήσατο.

Ἁλιεὺς ἔν τινι ποταμῷ ἡλίευε. Καὶ δὴ κατατείνας τὰ δίκτυα ὡς περιέλαβεν ἑκατέρωθεν τὸ ῥεῦμα, προσδήσας κάλῳ λίθον, ἔτυπτε τὸ ὕδωρ, ὅπως οἱ ἰχθύες φεύγοντες ἀπαραφυλάκτως τοῖς βρόχοις ἐμπέσωσι. Τῶν δὲ περὶ τὸν τόπον οἰκούντων τις θεασάμενος αὐτὸν τοῦτο ποιοῦντα, ἐμέμφετο, ὡς τὸν ποταμὸν θολοῦντα καὶ μὴ ἐῶντα αὐτοὺς διαυγὲς ὕδωρ πίνειν· ὁ δὲ ἀπεκρίνατο· ,,ἀλλʼ ἐὰν μὴ οὕτως ὁ ποταμὸς ταράσσηται, ἐμὲ δεήσει λιμώττοντα ἀποθανεῖν.“

13

Οὕτω καὶ τῶν πόλεων οἱ δημαγωγοὶ τότε μάλιστα ἐργάζονται, ὅταν τὰς πατρίδας εἰς στάσεις περιάγωσιν.

Ἁλιεὺς, τὸ πρὸς ἄγραν δίκτυον ἐκ τῆς θαλάσσης ἐκβαλὼν, τῶν μὲν μεγάλων ἰχθύων ἐγκρατὴς γέγονε, καὶ τούτους ἐν τῇ γῇ ἥπλωσεν· οἱ δὲ βραχύτεροι τῶν ἰχθύων διὰ τῶν τρυμαλιῶν διέδρασαν ἐν τῇ θαλάσσῃ. Ὅτι εὔκολος ἡ σωτηρία τοῖς μὴ μεγάλως εὐτυχοῦσιν, τοὺς δὲ μεγάλους ὄντας τῇ δόξῃ σπανίως ἴδοις ἂν ἐκφεύγειν τὴν δίκην.

Ἁλιεὺς αὐλητικῆς ἔμπειρος, ἀναλαβὼν τοὺς αὐλοὺς καὶ τὰ δίκτυα παρεγένετο εἰς τὴν θάλασσαν, καὶ στὰς ἐπί τινος προβλήματος πέτρας τὸ μὲν πρῶτον ᾖδε, νομίζων αὐτομάτους πρὸς τὴν ἡδυφωνίαν τοὺς ἰχθύας οὐἐξελεύσεσθαι· ὡς δʼ αὐτοῦ ἐπὶ πολὺ διατεινομένου δὲν πέρας ἠνύετο, ἀποθέμενος τοὺς αὐλοὺς ἀνείλετο τὸ ἀμφίβληστρον, καὶ βαλὼν κατὰ τοῦ ὕδατος πολλοὺς ἰχθύας ἤγρευσεν. Ἐκβαλὼν δʼ αὐτοὺς ἀπὸ τῶν δικτύων ἐπὶ τὴν ᾐόνα, ὡς ἐθεάσατο ἀσπαίροντας, ἔφη· ,,ὦ κάκιστα ζῶα, ὑμεῖς, ὅτε μὲν ηὔλουν, οὐκ ὠρχεῖσθε· νῦν δὲ, ὅτε πέπαυμαι, τοῦτο πράττετε.

Πρὸς τοὺς παρὰ καιρόν τι πράττοντας ὁ λόγος εὔκαιρος.

Ἴωνες καὶ Αἰολέες, ὡς οἱ Λυδοὶ τάχιστα κατεστράφατο ὑπὸ Περσέων, ἔπεμπον ἀγγέλους ἐς Σάρδις παρὰ Κῦρον, ἐθέλοντες ἐπὶ τοῖσι αὐτοῖσι εἶναι τοῖσι καὶ Κροίσῳ ἔσαν κατήκοοι. Ὁ δὲ ἀκούσας αὐτέων τὰ προΐσχοντο ἔλεξέ σφι λόγον, ἄνδρα φὰς αὐλητὴν, ἰδόντα

14
ἰχθῦς ἐν τῇ θαλάσσῃ, αὐλέειν, δοκέοντά σφεας ἐξελεύ- σεσθαι ἐς γῆν· ὡς δὲ ψευσθῆναι τῆς ἐλπίδος, λαβεῖν ἀμφίβληστρον καὶ περιβαλεῖν τε πλῆθος πολλὸν τῶν ἰχθύων καὶ ἐξειρύσαι· ἰδόντα δὲ παλλομένους, εἰπεῖν ἄρα αὐτὸν πρὸς τοὺς ἰχθῦς· „παύεσθέ μοι ὀρχεόμενοι, ἐπεὶ οὐδʼ ἐμέο αὐλέοντος ἠθέλετε ἐκβαίνειν ὀρχεόμενοι. “Κῦρος μὲν τοῦτον τὸν λόγον τοῖσι Ἴωσι καὶ τοῖσι Αἰολεῦσι τῶνδε εἵνεκα ἔλεξε, ὅτι δὴ οἱ Ἴωνες πρότερον, αὐτοῦ Κύρου δεηθέντος διʼ ἀγγέλων ἀπίστασθαί σφεας ἀπὸ Κροίσου, οὐκ ἐπείθοντο, τότε δὲ, κατεργασμένων τῶν πρηγμάτων, ἔσαν ἕτοιμοι πείθεσθαι Κύρῳ.

Ἁλιεὺς καθεὶς τὸ δίκτυον ἀνήνεγκε μαινίδα. Τῆς δὲ ἱκετευούσης αὐτὸν πρὸς τὸ παρὸν μεθεῖναι αὐτὴν, ἐπειδὴ μικρὰ τυγχάνει, ὕστερον δὲ αὐξυνθεἔσαν συλλαβεῖν εἰς μείζονα ὠφέλειαν, ὁ ἁλιεὺς εἶπεν· „ἀλλʼ ἔγωγε εὐηθέστατος ἄν εἴην, εἰ τὸ παρὸν κέρδος ἀφεὶς ἄδηλον ἐλπίδα διώκοιμι.“

Ὁ λόγος δηλοῖ, ὅτι αἱρετώτερόν ἐστι κέρδος τὸ παρὸν, κἄν μικρὸν ᾖ, τοῦ προσδοκωμένου κἂν μέγα ὑπάρχῃ·

Ἀλκυὼν ὄρνεόν ἐστι φιλέρημον διὰ παντὸς ἐν θαλάττῃ διαιτώμενον. Ταύτην λέγεται τὰς τῶν ἀνθρώπων θήρας φυλαττομένην ἐν σκοπέλοις παραθαλαττίοις νεοττοποιεῖσθαι. Καὶ δή ποτε τίκτειν μέλλουσα παρεγένετο εἲς τι ἀκρωτήριον, καὶ θεασαμένη πέτραν ἐπὶ θαλάσσῃ ἐνεοττοποιεῖτο ἐνταῦθα. Ἐξελθούσης δʼ αὐτῆς ποτε ἐπὶ νομὴν, συνέβη τὴν θάλασσαν ὑπὸ λάβρων πνευμάτων κυματωθεῖσαν ἐξαρθῆναι μέχρι τῆς καλιᾶς, καὶ ταύτην ἐπικλύσασαν τοὺς νεοττοὺς διαφθεῖραι. Καὶ

15
ἡ ἀλκυὼν ἐπανελθοῦσα ὡς ἔγνω τὸ γεγονὸς, εἶπεν· „ἀλλ’ ἔγωγε δειλαία, ἥτις τὴν γῆν ὡς ἐπίβουλον φυλαττομένη ἐπὶ ταύτην κατέφυγον, ἣ πολλῷ μοι γέγονεν ἀπιστοτέρα.“

Οὕτω καὶ τῶν ἀνθρώπων ἔνιοι τοὺς ἐχθροὺς φυλαττόμενοι λανθάνουσι πολλῷ χαλεπωτέροις τῶν ἐχθρῶν φίλοις ἐμπίπτοντες.

Ποτὲ ἀλώπεκες ἐπὶ τὸν Μαίανδρον ποταμὸν συνηθροίσθησαν, πιεῖν ἐξ αὐτοῦ θέλουσαι· διὰ δὲ τὸ ῥοιζηδὸν φέρεσθαι τὸ ὕδωρ, ἀλλήλας προτρεπόμεναι οὐκ ἐτόλμων εἰσελθεῖν. Μιᾶς δὲ αὐτῶν διεξιούσης, ἐπὶ τῷ εὐτελίζειν τὰς λοιπὰς, καὶ δειλίαν καταγελώσης, ἑαυτὴν ὡς γενναιοτέραν προκρίνασα θαρσαλέως εἰς τὸ ὕδωρ ἐπήδησεν. Τοῦ δὲ ῥεύματος ταύτην εἰς μέσον κατασύραντος, καὶ τῶν λοιπῶν, παρὰ τὴν ὄχθην τοῦ ποταμοῦ ἑστηκυιῶν, πρὸς αὐτὴν εἰπουσῶν „μὴ ἐάσῃς ἡμᾶς, ἀλλὰ στραφεῖσα ὑπόδειξον τὴν εἴσοδον, διʼ ἧς ἀκινδύνως δυνησόμεθα πιεῖν,“ ἐκείνη ἀπαγομένη ἔλεγεν· ,,ἀπόκρισιν ἔχω εἰς Μίλητον, καὶ ταύτην ἐκεῖσε ἀποκομίσαι βούλομαι· ἐν δὲ τῷ ἐπανιέναι με, ὑποδείξω ὑμῖν.“

Πρὸς τοὺς κατὰ ἀλαζονείαν ἑαυτοῖς κίνδυνον ἐπιφέροντας.

Ἀλώπηξ λιμώττουσα ὡς ἐθεάσατο ἔν τινι δρυὸς κοιλώματι ἄρτους καὶ κρέα ὑπό τινων ποιμένων καταλελειμμένα, ταῦτα εἰσελθοῦσα κατέφαγεν· ἐξογκωθεῖσα δὲ τὴν γαστέρα, ἐπειδὴ οὐκ ἠδύνατο ἐξελθεῖν, ἐστέναζε καὶ ὠδύρετο. Ἑτέρα δὲ ἀλώπηξ τῇδε παριοῦσα εἰσήκουσε αὐτῆς τῶν στεναγμῶν, καὶ προσελθοῦσα ἐπυνθάνετο

16
τὴν αἰτίαν. Μαθοῦσα δὲ τὰ γεγενημένα, ἔφη πρὸς αὐτήν· ,,ἀλλὰ μενετέον σοι ἐνταῦθα, ἕως ἄν τοιαύτη γένῃ, ὁποία οὖσα εἰσῆλθες, καὶ οὕτω ῥᾳδίως ἐξελεύσῃ.“

Ὁ λόγος δηλοῖ, ὅτι τὰ χαλεπὰ τῶν πραγμάτων ὁ χρόνος διαλύει.

Ἀλώπηξ λιμώττουσα ἐν πήρᾳ ἐθεάσατο ἐπί τινα καλύβην βοσκοῦ κρέα καὶ ἄρτον ὑπʼ αὐτοῦ καταλειφθέντα, καὶ εἰσελθοῦσα ἔφαγεν αὐτὰ ἡδέως. Ἐξογκωθείσης δὲ αὐτῆς τῆς γαστρὸς, καὶ διὰ τοῦτο μὴ δυναμένης ἐξελθεῖν τῆς καλύβης, ἔστενε καὶ ἐπωδύρετο. Ἑτέρα δὲ ἀλώπηξ διερχομένη ἤκουσεν αὐτῆς τῶν στε- ναγμῶν, καὶ προσελθοῦσα ἐπυνθάνετο, διʼ ἣν αἰτίαν τοῦτο ποιεῖς; Μαθοῦσα δὲ τὸ γεγονὸς ἡ ἀλώπηξ ἔφη· ,,ἀλλὰ μένε τέως ἐνταῦθα σὺ, ἕως ἂν τοιαύτη γένῃ, ὁποία οὖσα εἰσῆλθες.“

Ὁ μῦθος δηλοῖ, ὅτι τὰ χαλεπὰ τῶν πραγμάτων ὁ χρόνος διαλύει.

Ἀλώπηξ φραγμὸν ἀναβαίνουσα, ἐπειδὴ ὀλισθαίνειν ἔμελλε, βάτου ἐπελάβετο. Ξυσθεῖσα δὲ τὸ πέλμα καὶ δεινῶς διατεθεῖσα, ᾐτιᾶτο αὐτὴν, εἴ γε καταφυ- γοῦσα ἐπʼ αὐτὴν ὡς ἐπὶ βοηθὸν χείρονι αὐτῇ ἐχρήσατο καὶ τοῦ προκειμένου. Καὶ ἡ βάτος ὑποτυχοῦσα εἶπεν· ,,ἀλλʼ ἐσφάλης τῶν φρενῶν, ὦ αὕτη, ἐμοῦ ἐπιλαβέσθαι βουληθεῖσα, ἥτις πάντων ἐπιλαμβάνεσθαι εἴωθα.“

Οὕτω καὶ τῶν ἀνθρώπων μάταιοί εἰσιν ὅσοι τούτοις ὡς βοηθοῖς προσφεύγουσιν, οἷς τὸ ἀδικεῖν μᾶλλόν ἐστιν ἔμφυτον.

17

Ἀλώπηξ λιμώττουσα ὡς ἐθεάσατο ἐπί τινος ἀναδενδράδος βότρυας κρεμαμένους, ἠβουλήθη αὐτῶν περιγενέσθαι, καὶ οὐκ ἡδύνατο· ἀπαλλαττομένη δὲ πρὸς ἑαυτὴν εἶπεν· ,,ὄμφακές εἰσιν.“

Οὕτω καὶ τῶν ἀνθρώπων ἔνιοι, τῶν πραγμάτων ἐφικέσθαι μὴ δυνάμενοι διʼ ἀσθένειαν, τοὺς καιροὺς αἰτιῶνται.