Fabulae
Aesop
Fabulae Aesopicae Collectae. Halm, Karl, editor. Leipzig: Teubner, 1872
Ἀνήρ τις θηρευτὴς, λαγωὸν κατασχὼν καὶ τοῦτον ἐπιφερόμενος, τῆς ὁδοιπορίας εἴχετο, καί τινι προσυπαντηθεὶς ἐφίππῳ ἀνδρὶ, ἐζητεῖτο παρʼ αὐτοῦ τὸν λαγωὸν, προσχήματι ἀπεμπολήσεως. Λαβὼν τοίνυν ὁ ἱππεὺς τὸν λαγωὸν ἀπὸ τοῦ θηρευτοῦ, εὐθὺς δρομαῖος ᾤχετο· ὁ δὲ θηρευτὴς κατόπιν αὐτοῦ τρέχων, φθάσαι αὐτὸν δῆθεν ἐδόκει. Τοῦ δὲ ἱππέως ἐκ πολλοῦ τοῦ διαστήματος μακρὰν ἐκείνου ἀπέχοντος, ὁ θηρευτὴς καὶ
Ὁ μῦθος δηλοῖ, ὡς πολλοὶ ἀκουσίως τὰ ἰδια ἀφαιρούμενοι, προσποιοῦνται δῆθεν ἑκοντὶ ταῦτα δεδωκέναι.
Ἀνὴρ θηρευτὴς παρερχόμενον κύνα ἰδών, διηνεκῶς αὐτῷ ψωμούς προσεπέῥριπτε. Λέγει οὖν πρὸς τὸν ἄνδρα ὁ κύων· ,,ἄνθρωπε, ἄπιθι ἐξ ἐμοῦ· ἡ γὰρ πολλή σου εὔνοια μᾶλλόν με τὰ μέγιστα θροεῖ.“
Ὁ μῦθος δηλοῖ, ὡς οἱ πολλὰ δῶρά τισι παρεχόμενοι δῆλοί εἰσι τὴν ἀλήθειαν ἀνατρέποντες.