Fabulae

Aesop

Fabulae Aesopicae Collectae. Halm, Karl, editor. Leipzig: Teubner, 1872

Διὰ στενῆς ὁδοῦ ὥδευεν Ἡρακλῆς. Ἰδὼν δʼ ἐπὶ γῆς μήλῳ ὅμοιόν τι, ἐπειρᾶτο συντρῖψαι. Ὡς δὲ εἶδε διπλοῦν γενόμενον, ἔτι μᾶλλον ἐπέθετο, καὶ τῷ ῥοπάλῳ ἔπαιεν. Τὸ δὲ φυσηθὲν εἰς μέγεθος τὴν ὁδὸν ἐπέφραξεν. Ὁ δὲ ῥίψας τὸ ῥόπαλον ἵστατο θαυμάζων. Ἀθηνᾶ δὲ, αὐτῷ ἐπιφανεῖσα, εἶπε· ,,πέπαυσο, ἀδελφέ· τοῦτʼ ἔστι φιλονεικία καὶ ἔρις· ἄν τις αὐτὸ καταλείπῃ ἀμάχητον, μένει οἷον ἦν πρῶτον, ἐν δὲ ταῖς μάχαις οὕτως οἰδεῖται.“

Ὅτι αἱ μάχαι καὶ ἔριδες αἰτίαι μεγάλης βλάβης ὑπάρχουσιν.

Ἡρακλῆς ἰσοθεωθεὶς καὶ παρὰ Διὶ ἑστιώμενος ἕνα ἕκαστον τῶν θεῶν μετὰ πολλῆς φιλοφροσύνης ἠσπάζετο. Καὶ δὴ τελευταίου εἰσιόντος τοῦ Πλούτου, κατὰ τοῦ ἐδάφους κύψας ἀπεστρέψατο αὐτόν. Ὁ δὲ Ζεὺς θαυμάσας τὸ γεγονὸς, ἐπυνθάνετο αὐτοῦ τὴν αἰτίαν,

81
δι᾿ ἣν πάντας ἀσμένως προσαγορεύσας μόνον τὸν Πλοῦτον ὑποβλέπεται. Ὁ δὲ εἶπεν· ,,ἀλλʼ ἔγωγε διὰ τοῦτο αὐτὸν ὑποβλέπομαι, ὅτι παρʼ ὅν καιρὸν ἐν ἀνθρώποις ἢμην, ἑώρων αὐτὸν ὡς ἐπὶ τὸ πλεῖστον τοῖς πονηροῖς συνόντα.“

Ὁ λόγος λεχθείη ἂν ἐπʼ ἀνδρὸς πλουσίου μὲν τὴν τύχην, πονηροῦ δὲ τὸν τρόπον.