Fabulae
Aesop
Fabulae Aesopicae Collectae. Halm, Karl, editor. Leipzig: Teubner, 1872
Ἔν τινι οἰκίᾳ πολλοὶ μύες ἦσαν. Αἴλουρος δὲ τοῦτο γνοὺς ἧκεν ἐνταῦθα, καὶ συλλαμβάνων ἕνα ἕκαστον κατήσθιεν. Οἱ δὲ μύες συνεχῶς ἀναλισκόμενοι κατὰ τῶν ὀπῶν ἔδυνον, καὶ ὁ αἴλουρος μηκέτι αὐτῶν ἐφικέσθαι δυνάμενος, δεῖν ἔγνω διʼ ἐπινοίας αὐτοὺς ἐκκαλεῖσθαι. Διόπερ ἀναβὰς ἐπί τινα πάσσαλον καὶ ἑαυτὸν ἐνθένδε ἀποκρεμάσας προσεποιεῖτο νεκρόν. Τῶν δὲ μυῶν τις παρακύψας ὡς ἐθεάσατο αὐτὸν, εἶπεν· „ἀλλʼ, ὦ οὗτος, σοί γε, κἄν θύλαξ γένῃ, οὐ προσελευσόμεθα.“
Ὁ λόγος δηλοῖ, ὅτι οἱ φρόνιμοι τῶν ἀνθρώπων, ὅταν τῆς ἐνίων μοχθηρίας πειραθῶσιν, οὐκέτι αὐτῶν ταῖς ὑποκρίσεσιν ἐξαπατῶνται.
Αἴλουρος ἀκούσας ὅτι ἔν τινι ἐπαύλει ὄρνιθες νοσοῦσι, σχηματίσας ἑαυτὸν εἰς ἰατρὸν, καὶ τὰ τῆς ἐπιστήμης πρόσφορα ἀναλαβὼν ἐργαλεῖα, παρεγένετο, καὶ στὰς πρὸ τῆς ἐπαύλεως, ἐπυνθάνετο αὐτῶν πῶς ἔχοιεν· αἱ δὲ ὑποτυχοῦσαι ,,καλῶς,“ ἔφασαν, „ἐὰν σὺ ἐντεῦθεν ἀπαλλαγῇς.“
Οὕτω καὶ τῶν ἀνθρώπων οἱ πονηροὶ τοὺς φρονίμους οὐ λανθάνουσι, κἄν τὰ μάλιστα χρηστότητα ὑποκρίνωνται.