Fabulae
Aesop
Fabulae Aesopicae Collectae. Halm, Karl, editor. Leipzig: Teubner, 1872
Ἔχις ἐπὶ δέσμῃ ἀκανθῶν εἴς τινα ποταμὸν
71
ἐφέρετο· ἀλώπηξ δὲ παριοῦσα ὡς ἐθεάσατο αὐτὸν, εἶπεν· ,,ἄξιος τῆς νεὼς ὁ ναύκληρος.“Πρὸς ἄνδρα πονηρὸν μοχθηροῖς πράγμασιν ἐπιχειρήσαντα ὁ λόγος ἁρμόσειεν ἄν.
Ἔχις εἰσελθών εἰς χαλκουργοῦ ἐργαστήριον παρὰ τῶν σκευῶν ἔρανον ᾔτει· λαβὼν δὲ παρʼ αὐτῶν ἧκε πρὸς τὴν ῥίνην, καὶ ταύτην παρεκάλει δοῦναί τι αὐτῷ. Ἡ δὲ ὑποτυχοῦσα εἶπεν· ,,ἀλλʼ εὐήθης εἶ παρʼ ἐμοῦ ἀποίσεσθαί τι οἰόμενος, ἥτις οὐ διδόναι ἀλλὰ λαμβάνειν παρὰ πάντων εἴωθα.“
Ὁ λόγος δηλοῖ, ὅτι μάταιοί εἰσιν οἱ παρὰ φιλαργύρων τι κερδαίνειν προσδοκῶντες.