Fabulae

Aesop

Fabulae Aesopicae Collectae. Halm, Karl, editor. Leipzig: Teubner, 1872

Ὅτε τοὺς ἀνθρώπους ὁ Ζεὺς ἐγέννησεν, τά μεν ἄλλα πάντα εἶχον, ὡς νῦν κεκόσμηνται, Ἔρως δὲ οὔπω ταῖς ψυχαῖς τῶν ἀνθρώπων ἐγκατῳκίζετο, ἀλλʼ ἔχων ἔτι τὸ πτερὸν ὁ θεὸς οὗτος μετάρσιον, οὐρανῷ τε ἐνωμίλει καὶ εἰς θεοὺς μόνους ἐτόξευεν. Δείσας δὲ μὴ αὐτῷ ἀφοανισθῇ τῶν ποιημάτων τὸ κάλλιστον, Ἔρωτα πέμπει τοῦ τῶν ἀνθρώπων γένους ἐσόμενον φύλακα. Ὁ δὲ ταύτην ἐκ Διὸς τὴν ἐπιτροπὴν λαβὼν, τὸ μὲν ἀπάσαις ψυχαῖς ἐγκατοικίζεσθαι, ἢ πᾶν ἐπίσης ἦθος νεοτελές τε καὶ βέβηλον ἔχειν τέμενος, οὐκ ἐδοκίμαζεν· ἀλλὰ τὰς μὲν πολλὰς καὶ ἀγελαίους ψυχὰς ταῖς πανδήμοις Ἔρωσι, τοῖς τῶν νυμφῶν παισὶ, ποιμαίνειν ἀπένεμεν, αὐτὸς δὲ ταῖς θείαις καὶ οὐρανίαις ψυχαῖς ἐνῳκίσατο, καὶ ταύτας ἀναβακχεύων ἐπὶ μανίαν ἐρωτικὴν, μυρία ἀγαθὰ τὸ τῶν ἀνθρώπων γένος εἰργάσατο. Ὅἴαν μὲν οὖν ἴδῃς τινὰ βραδύν τε τὴν φύσιν καὶ πρὸς φιλίαν δυσκίνητον, νόησον, ὅτι τῶν Ἔρωτος ἐκείνου ξενίων οὐδαμῶς οὗτος ἠξίωται· ὅταν δὲ ὀξύν καὶ θερμὸν τὴν γνώμην, καὶ φλογὸς δίκην ἐπʼ ἐρωτικὴν φιλίαν ᾄττοντα, νόησον τοῦτο εἶναι ἐκείνου ξένιον τοῦ Ἔρωτος.

Εὐνοῦχος ἦλθε πρὸς θύτην ὑπὲρ παίδων σκεψόμενος. ὁ θύτης δʼ ἁγνὸν ἧπαρ ἁπλώσας ,,ὅταν μὲν“ εἶπε ,,τοῦτʼ ἴδω, πατὴρ γίγνῃ· ὅταν δὲ τὴν σὴν ὄψιν, οὐδʼ ἀνὴρ φαίνῃ.“

70

Πρὸς τούς τὰς εὐχὰς ὑπὲρ τῶν οὐ δεόντων ποιουμένους ἢ καὶ ἄλλως μὴ δυναμένων γενέσθαι.