Fabulae

Aesop

Fabulae Aesopicae Collectae. Halm, Karl, editor. Leipzig: Teubner, 1872

Ναῦν ποτε μετὰ τῶν ἀνδρῶν βυθισθεῖσαν ἰδών τις, ἀδίκως ἔλεγε τούς θεούς κρίνειν· ,,διʼ ἕνα γὰρ ἀσεβῆ συναπώλοντο καὶ ἀναίτιοι.· Ταῦτα αὐτοῦ λέγοντος, μυρμήκων πολλῶν ὄντων ἐν τῷ τόπῳ, ἐν ᾧ ἔτυχεν ἱστάμενος, συνέβη ὑφʼ ἑνὸς δηχθῆναι τούτων. Ὁ δὲ ὑφ’ ἑνὸς δηχθεὶς συνεπάτησε τοὺς πάντας. Ἑρμῆς δʼ ἐπιστὰς αὐτῷ καὶ τῇ ῥάβδῳ παίων, εἶπεν· ,,εἶτα οὐκ ἀνέχῃ σὺ τούς θεούς δικαστὰς εἶναι, οἷος εἶ σὺ τῶν μυρμήκων;“

Ὁ λόγος διδάσκει ἡμᾶς, μηδὲν ψέγειν τὰς τοῦ θεοῦ περὶ τοὺς ἀνθρώπους ἀκαταλήπτους οἰκονομίας, κἂν ἄδικοι τοῖς ἀπαιδεύτοις δοκοῖεν εἶναι.

61

Διογένης ὁ κυνικὸς ὁδοιπορῶν, ὡς ἐγένετο κατά τινα ποταμὸν πλημμυροῦντα, εἰστήκει ἀμηχανῶν. Εἷς δέ τις τῶν διαβιβάζειν εἰθισμένων θεασάμενος αὐτὸν διαποροῦντα, προσελθὼν, καὶ ἀράμενος αὐτὸν σὺν φιλοφροσύνῃ, διεπέρασεν αὐτόν. Ὁ δὲ εἱστήκει τὴν αὐτοῦ πενίαν μεμφόμενος, διʼ ἣν ἀμείψασθαι τὸν εὐεργέτην οὐ δύναται. Ἔτι δὲ αὐτοῦ ταῦτα διανοουμένου, ἐκεῖνος θεασάμενος ἕτερον ὁδοιπόρον διελθεῖν μὴ δυνάμενον, προσδραμών καὶ αὐτὸν διεπέρασε. Καὶ ὁ Διογένης προσελθών αὐτῷ εἶπεν· ,,ἀλλʼ ἔγωγε οὐκέτι σοι χάριν ἔχω ἐπὶ τῷ γεγονότι· ὁρῶ γὰρ, ὅτι οὐ κρίσει, ἀλλὰ νόσῳ αὐτὸ σποιεῖς.“

Ὁ λόγος δηλοῖ, ὅτι οἱ μετὰ τῶν σπουδαίων καὶ τοὺς ἀνεπιτηδείους εὐεργετοῦντες οὐκ εὐεργεσίας δόξαν, ἀλογιστίαν δὲ μᾶλλον ὀφλισκάνουσι.