Fabulae
Aesop
Fabulae Aesopicae Collectae. Halm, Karl, editor. Leipzig: Teubner, 1872
Γυνὴ μάγος, θείων μηνιμάτων ἀποτροπιασμοὺς ἐπαγγελλομένη, πολλὰ διετέλει ποιοῦσα, καὶ κέρδος
58
ἐντεῦθεν ἔχουσα. Γραψάμενοι δέ τινες αὐτὴν ἀσεβείας, εἷλον, καὶ καταδικασθεῖσαν ἀπῆγον εἰς θάνατον. Ἰδὼν δέ τις ἀπαγομένην αὐτὴν, ἔφη· ,,ἡ τὰς τῶν θεῶν ὀργὰς ἀποτρέπειν ἐπαγγελλομένη, πῶς οὐδὲ ἀνθρώπων βουλὴν μεταπεῖσαι ἠδυνήθης;“Ὁ μῦθος δηλοῖ, ὅτι πολλοὶ μεγάλα ἐπαγγέλλονται, μηδὲ μικρὰ ποιῆσαι δυνάμενοι.
Δάμαλις βοῦν ὁρῶσα ἐργαζόμενον, ἐταλάνιζεν αὐτὸν ἐπὶ τῷ κόπῳ. Ἐπειδὴ δὲ ἑορτὴ κατέλαβε, τὸν βοῦν ἀπολύσαντες, τὴν δάμαλιν ἐκράτησαν τοῦ σφάξαι. Ἰδῶν δὲ ὁ βοῦς ἐμειδίασε καὶ πρὸς αὐτὴν εἶπεν· ,, ὦ δάμαλις, διὰ τοῦτο ἤργεις, διότι ἔμελλες ἀρτίως τυθῆναι.“
Ὁ μῦθος δηλοῖ, ὅτι τὸν ἀργοῦντα κίνδυνος μένει.