Fabulae

Aesop

Fabulae Aesopicae Collectae. Halm, Karl, editor. Leipzig: Teubner, 1872

Γυνὴ πρεσβῦτις τοὺς ὀφθαλμούς νοσοῦσα, ἰατρόν τινα ἐπὶ μισθῷ ἰατρεῦσαι αὑτὴν παρεκάλει, στοιχήσασα ἐνώπιον μαρτύρων, ὅτι ἐὰν θεραπεύσῃ αὐτῆς τοὺς ὀφθαλμοὺς, πολὺν λήψεται παρʼ αὐτῆς τὸν μισθόν· ἐὰν δὲ μὴ θεραπευθῇ, ἐπιμείνῃ δὲ ἡ ἀῤῥωστία, μηδὲν αὐτῷ παράσχῃ. Καὶ οὕτω γενομένου, ὅσον ὅσον ὁ

55
ἰατρὸς ἐπετίθει τοῖς ὀφθαλμοῖς αὐτῆς τὴν ἰατρείαν, κατʼ ὀλίγον ὀλίγον τὰ προσόντα αὐτῇ ἔκλεπτε. Μετʼ οὐ πολύ δὲ θεραπεύσας αὐτὴν, ἐζήτει τὸν στοιχηθέντα μισθόν. Ἀναβλέψασα τοίνυν ἡ γραῦς, ὡς οὐδὲν τῶν προσόντων αὐτῇ ἐθεάσατο ἐν τῇ οἰκίᾳ αὐτῆς, οὐδὲν ἐδίδου αὐτῷ. Ὡς οὖν ἐπέμενεν ὁ ἰατρὸς ἐκβιάζων αὐτὴν, ἐκείνη δὲ ἀνεβάλλετο, ἀπήγαγεν αὐτὴν πρὸς τοὺς ἄρχοντας. Στᾶσα οὖν ἐνώπιον αὐτῶν ἔφη· ,,ὁ ἄνθρωπος οὗτος, καθὼς λέγει, ἀλήθειαν λέγει· ἐπηγγειλάμην γὰρ δοῦναι αὐτῷ τὸν μισθὸν, ἐὰν καλῶς ἀναβλέψω· ἐὰν δὲ ἐπιμείνω τῇ ἀῤῥωστίᾳ, ἵνα μηδὲν παρέξω αὐτῷ. Νῦν οὖν φάσκει, ὅτι ἐθεραπεύθην· ἐγὼ δὲ τοὐναντίον λέγω παθεῖν με· ὅτε γὰρ τοὺς ὀφθαλμούς ἐνόσουν, τότε καὶ σκεύη διάφορα καὶ χρήματα ἔβλεπον ἐν τῇ οἰκίᾳ μου· νυνὶ δὲ, ὅτε αὐτὸς φάσκει βλέπειν με, οὐδὲν δύναμαι ἄρτι θεάσασθαι.

Ὁ μῦθος δηλοῖ, ὅτι οὕτω καὶ οἱ πονηροὶ τῶν ἀνθρώπων διὰ πλεονεξίαν λανθάνουσι καθʼ ἑαυτῶν τὸν ἔλεγχον ἐπισπώμενοι.

Γυνή τις ἄνδρα μέθυσον εἶχε· τοῦ δὲ πάθους αὐτὸν ἀπαλλάξαι θέλουσα, τοιόνδε τι σοφίζεται. Κεκαρωμένον γὰρ αὐτὸν ὑπὸ τῆς μέθης παρατηρήσασα καὶ νεκροῦ δίκην ἀναισθητοῦντα, ἐπʼ ὤμων ἄρασα, ἐπὶ τὸ πολυάνδριον ἀπενεγκοῦσα κατέθετο καὶ ἀπῆλθεν. Ἡνίκα δʼ αὐτὸν ἤδη ἀνανήφειν ἐστοχάσατο, προσελθοῦσα τὴν θύραν ἔκοπτε τοῦ πολυανδρίου. Ἐκείνου δὲ φήσαντος ,,τίς ὁ τὴν θύραν κόπτων;“ ἡ γυνὴ ἀπεκρίνατο· ,,ὁ τοῖς νεκροῖς τὰ σιτία κομίζων ἐγὼ πάρειμι·“ Κἀκεῖνος· ,,μή μοι φαγεῖν, ἀλλὰ πιεῖν, ὦ βέλτιστε, μᾶλλον προσένεγκε· λυπεῖς γάρ με βρώσεως, ἀλλὰ

56
μὴ πόσεως μνημονεύων.“ Ἡ δὲ τὸ στῆθος πατάξασα ,,οἴμοι τῇ δυστήνῳ “ φησίν· ,,οὐδὲν γὰρ οὐδὲ σοφισαμένη ὤνησα· σὺ γὰρ, ἄνερ, οὐ μόνον οὐκ ἐπαιδεύθης, ἀλλὰ καὶ χείρων σαυτοῦ γέγονας, εἰς ἕξιν σοι καταστάντος τοῦ πάθους.“

Ὁ μῦθος δηλοῖ, ὅτι οὐ δεῖ ταῖς κακαῖς πράξεσιν ἐγχρονίζειν. Ἔστι γὰρ ὅτε καὶ μὴ θέλοντι τῷ ἀνθρώπῳ τὸ ἔθος ἐπιτίθεται.