Fabulae
Aesop
Fabulae Aesopicae Collectae. Halm, Karl, editor. Leipzig: Teubner, 1872
Φυτὸν ἦν εἰς γεωργοῦ χώραν, καρπὸν μὴ φέρον, ἀλλὰ μόνον στρουθῶν καὶ τεττίγων κελαδούντων ἠν καταφυγή. Ὁ δὲ γεωργὸς ὡς ἄκαρπον ἐκτέμνειν ἤμελλε· καὶ δὴ τὸν πέλεκυν λαβών ἐπέφερε τὴν πληγήν. Οἱ δὲ τέττιγες καὶ οἱ στρουθοὶ ἱκέτευον τὴν καταφυγὴν αὐτῶν μὴ ἐκκόψαι, ἀλλʼ ἐᾶσαι, ὥστε ᾄδειν ἐν αὐτῷ, καὶ αὐτὸν τὸν γεωργὸν τέρπειν. Ὁ δὲ μηδὲν αὐτῶν φροντίσας, καὶ δευτέραν πληγὴν καὶ τρίτην ἐπέφερε. ῾Ως δὲ ἐκοίλανε τὸ δένδρον, σμῆνος μελισσῶν καὶ μέλι εὗρε. Γευσάμενος δὲ τὸν πέλεκυν ἔῤῥιψε, καὶ τὸ φῦ τὸν ἐτίμα ὡς ἱερὸν, καὶ ἐπεμελεῖτο.
Ὅτι οὐ τοσοῦτον οἱ ἄνθρωποι φύσει τὸ δίκαιον ἀγαπῶσι καὶ τιμῶσιν, ὅσον τὸ κερδαλέον ἐπιδιώκουσιν.
Γεωργοῦ παῖδες ἐστασίαζον· ὁ δʼ, ὡς πολλὰ παραινῶν οὐκ ἡδύνατο πεῖσαι αὐτούς λόγοις μεταβάλλεσθαι, ἔγνω δεῖν πρᾶγμα τοῦτο πρᾶξαι. Καὶ παρηῄνεσεν αὐτοῖς ῥάβδων δέσμην κομίσαι. Τῶν δὲ τὸ προσταχθὲν ποιησάντων, τὸ μὲν πρῶτον δοὺς αὐτοῖς ἀθρόας τὰς ῥάβδους ἐκέλευσε κατεάσσειν· ἐπειδὴ δὲ καὶ περιβιαζόμενοι οὐκ ἠδύναντο, ἐκ δευτέρου λύσας τὴν δέσμην ἀνὰ μίαν αὐτοῖς ῥάβδον ἐδίδου· τῶν δὲ ῥᾳδίως κατακλώντων, ἔφη· ,,ἀτὰρ οὖν καὶ ὑμεῖς, ὦ παῖδες, ἐὰν μὲν ὁμοφρονῆτε, ἀχείρωτοι τοῖς ἐχθροῖς ἔσεσθε· ἐὰν δὲ στασιάζητε, εὐάλωτοι.“
Ὁ λόγος δηλοῖ, ὅτι τοσοῦτον ἰσχυρότερόν ἐστιν ἡ ὁμόνοια, ὅσον εὐκαταγώνιστος ἡ στάσις.