Fabulae

Aesop

Fabulae Aesopicae Collectae. Halm, Karl, editor. Leipzig: Teubner, 1872

1

Ἀγαθὰ πάντα ὑπὸ τῶν κακῶν ἐδιώχθη, ὡς ἀσθενῆ ὄντα· εἰς οὐρανὸν δὲ ἀνῆλθον. Καὶ τἀγαθὰ ἠρώτησαν τὸν Δία, πῶς εἶναι δεῖ μετὰ ἀνθρώπων. Ὁ δὲ εἶπε, μὴ μετʼ ἀλλήλων πάντα, ἓν δὲ καθʼ ἓν τοῖς ἀνθρώποις ἐπέρχεσθαι. Διὰ τοῦτο τὰ μὲν κακὰ συνεχῆ τοῖς ἀνθρώποις, ὡς πλησίον ὄντα, ἐπέρχεται, τὰ δὲ ἀγαθὰ βράδιον ἐξ οὐρανοῦ κάτεισι.

Ὁ λόγος δηλοῖ, ὅτι ἀγαθῷ μὲν οὐδεὶς ταχέως ἐπιτυγχάνει, ὑπὸ δὲ τῶν κακῶν ἕκαστος καθʼ ἑκάστην πλήττεται.

Ξύλινόν τις Ἑρμῆν κατασκευάσας, προσενεγκὼν ἐπώλει. Μηδενὸς δὲ ὠνητοῦ προσιόντος, ἐκκαλέσασθαί τινας βουλόμενος ἐβόα, ὡς ἀγαθοποιὸν δαίμονα καὶ κέρδους τηρητικὸν πιπράσκει. Τῶν δὲ παρατυχόντων τινὸς εἰπόντος πρὸς αὐτόν· ,,ὦ οὗτος, καὶ τί τοῦτον ὄντα τοιοῦτον πωλεῖς, δέον τῶν παρʼ αὐτοῦ ὠφελειῶν ἀπολαύειν ; "ἀπεκρίνατο· ,, ὅτι ἐγὼ μὲν ταχείας ὠφελείας τινὸς ἐπιδέομαι, αὐτὸς δὲ βραδέως εἴωθε τὰ κέρδη περιποιεῖν."

Πρὸς ἄνδρα αἰσχροκερδῆ καὶ τὸ θεῖον περιφρονοῦντα.