Placita Philosophorum

Pseudo-Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol V. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1888.

μέλλοντες τὸν φυσικὸν παραδώσειν λόγον ἀναγκαῖον ἡγούμεθα εὐθὺς ἐν ἀρχαῖς διελέσθαι τὴν τῆς φιλοσοφίας πραγματείαν, ἵνʼ εἰδῶμεν τί ἐστι καὶ πόστον μέρος αὐτῆς ἡ φυσικὴ διέξοδος. οἱ μὲν οὖν Στωικοὶ ἔφασαν τὴν μὲν σοφίαν εἶναι θείων τε καὶ ἀνθρωπίνων ἐπιστήμην, τὴν δὲ φιλοσοφίαν ἄσκησιν ἐπιτηδείου τέχνης, ἐπιτήδειον δʼ εἶναι μίαν καὶ ἀνωτάτω τὴν ἀρετήν, ἀρετὰς δὲ τὰς γενικωτάτας τρεῖς, φυσικὴν ἠθικὴν λογικήν· διʼ ἣν αἰτίαν καὶ τριμερής ἐστιν ἡ φιλοσοφία, ἧς τὸ μὲν φυσικὸν τὸ δʼ ἠθικὸν τὸ δὲ λογικόν· καὶ φυσικὸν μὲν ὅταν περὶ κόσμου ζητῶμεν καὶ τῶν ἐν κόσμῳ, ἠθικὸν δὲ τὸ κατησχολημένον περὶ τὸν ἀνθρώπινον βίον, λογικὸν δὲ τὸ περὶ τὸν λόγον, ὃ καὶ διαλεκτικὸν καλοῦσιν. Ἀριστοτέλης δὲ καὶ Θεόφραστος καὶ σχεδὸν πάντες οἱ Περιπατητικοὶ διείλοντο τὴν φιλοσοφίαν οὕτως· ἀναγκαῖον τὸν τέλειον ἄνδρα καὶ θεωρητικὸν εἶναι τῶν ὄντων καὶ πρακτικὸν τῶν δεόντων· τοῦτο δʼ ἔξεστι καὶ ἐκ τούτων συνιδεῖν, οἷον ζητεῖται

εἰ ζῷον ἢ μὴ ζῷον ὁ ἣλιος, εἴπερ ὁρᾶται· ὁ τοῦτο δὲ ζητῶν θεωρητικός ἐστιν· οὐδὲ γάρ τι πλέον θεωρεῖται ἢ τὸ ὄν. ζητεῖται ὁμοίως εἰ ἄπειρος ὁ κόσμος ἐστὶ καὶ εἰ ἔξω τι τοῦ κόσμου ἔστι· ταῦτα γὰρ πάντα θεωρητικά. ζητεῖται πάλιν πῶς βιοτεύειν καὶ πῶς προΐστασθαι τέκνων προσήκει καὶ πῶς ἄρχειν καὶ πῶς νομοθετεῖν · ταῦτα γὰρ πάντα ἕνεκα τοῦ πρᾶξαι ζητεῖται καὶ ἔστιν ὁ τοιοῦτος πρακτικὸς ἀνήρ.

ἐπειδὴ πρόκειται ἡμῖν τὰ φυσικὰ θεωρῆσαι, ἀναγκαῖον ἡγοῦμαι δηλῶσαι, τί ποτʼ ἐστὶν ἡ φύσις ἄτοπον γὰρ πειρᾶσθαι μὲν φυσιολογεῖν, ἀγνοεῖν δʼ αὐτὸ τοῦτο, τὴν τῆς φύσεως δύναμιν. ἔστιν οὖν, κατὰ τὸν Ἀριστοτέλην, φύσις ἀρχὴ κινήσεως καὶ ἠρεμίας, ἐν ᾧ πρώτως ἐστὶ καὶ οὐ κατὰ συμβεβηκός· πάντα γὰρ τὰ ὁρώμενα, ὅσα μήτε ὑπὸ τύχης μήτε ὑπʼ ἀνάγκης μήτʼ ἐστὶ θεῖα μήτε· τοιαύτην αἰτίαν ἔχει, φυσικὰ λέγεται καὶ φύσιν ἰδίαν ἔχει οἷον γῆ πῦρ ὕδωρ ἀὴρ φυτὰ ζῷα· ἔτι δὲ ταῦτα τὰ γινόμενα, ὄμβροι χάλαζαι κεραυνοὶ πρηστῆρες ἄνεμοι ταῦτα γὰρ ἀρχὴν ἔχει τινα· οὐ γὰρ ἐξ αἰῶνος ἕκαστον τούτων ἐστὶν ἀλλʼ ἀπό τινος ἀρχῆς γίνεται· καὶ ταῦτα μέντοι, οἷον ζῷα φυτά, ἀρχὴν γενέσεως ἔχει· ἐν δὴ τούτοις ἡ φύσις ἀρχὴ τὸ

πρῶτόν ἐστι καὶ οὐ μόνον κινήσεως ἀλλὰ καὶ ἠρεμίας ὅσα γὰρ ἀρχὴν κινήσεως ἔλαβε, ταῦτα δύναται λαβεῖν καὶ τελευτήν. διὰ τοῦτο οὖν ἡ φύσις ἀρχὴ κινήσεώς ἐστι καὶ ἠρεμίας

οἱ μὲν· οὖν περὶ Ἀριστοτέλην καὶ Πλάτωνα διαφέρειν ἡγοῦνται ἀρχὴν καὶ στοιχεῖα, Θαλῆς δʼ ὁ Μιλήσιος ταὐτὸν νομίζει ἀρχὴν καὶ στοιχεῖα. πλεῖστον δʼ ὅσον διαφέρει ἀλλήλων τὰ μὲν γὰρ στοιχεῖά ἐστι σύνθετα, τὰς δʼ ἀρχάς φαμεν εἶναι οὔτε συνθέτους οὔτʼ ἀποτελέσματα οἷον στοιχεῖα μὲν καλοῦμεν γῆν ὕδωρ ἀέρα πῦρ· ἀρχὰς δὲ λὲγομεν διὰ τοῦτο, ὅτι οὐκ ἔχει τι πρότερον ἐξ οὗ γεννᾶται, ἐπεὶ οὐκ ἔσται ἀρχὴ τοῦτο, ἀλλʼ ἐκεῖνο ἐξ οὗ γεγέννηται. τῆς δὲ γῆς καὶ τοῦ ὕδατος ἔστι τινὰ πρότερα ἐξ ὧν γέγονεν, ἡ ὕλη ἄμορφος οὖσα καὶ ἀειδής, καὶ τὸ εἶδος ὃ καλοῦμεν ἐντελέχειαν, καὶ ἡ στέρησις. ἁμαρτάνει οὖν ὁ Θαλῆς στοιχεῖον καὶ ἀρχὴν λέγων τὸ ὕδωρ,

Θαλῆς ὁ Μιλήσιος ἀρχὴν τῶν ὄντων ἀπεφὴνατο τὸ ὕδωρ· δοκεῖ δʼ ὁ ἀνὴρ οὗτος ἄρξαι τῆς

φιλοσοφίας καὶ ἀπʼ αὐτοῦ Ἰωνικὴ αἵρεσις προσηγορεύθη· ἐγένοντο γὰρ πλεῖσται διαδοχαὶ φιλοσοφίας. φιλοσοφήσας δʼ ἐν Αἰγύπτῳ πρεσβύτσρος ἦλθεν εἰς Μίλητον. ἐξ ὕδατος δέ φησι πάντα εἶναι καὶ εἰς ὕδωρ πάντα ἀναλύεσθαι στοχάζεται δʼ ἐκ τούτου πρῶτον, ὅτι πάντων τῶν ζῴων ἡ γονὴ ἀρχή ἐστιν, ὑγρὰ οὖσα· οὕτως εἰκὸς καὶ τὰ πάντα ἐξ ὑγροῦ τὴν ἀρχὴν ἔχειν. δεύτερον, ὅτι πάντα τὰ φυτὰ ὑγρῷ τρέφεται καὶ καρποφορεῖ, ἀμοιροῦντα δὲ ξηραίνεται τρίτον, ὅτι καὶ αὐτὸ τὸ πῦρ τὸ τοῦ ἡλίου καὶ τὸ τῶν ἄστρων ταῖς τῶν ὑδάτων ἀναθυμιάσεσι τρέφεται καὶ αὐτὸς ὁ κόσμος· διὰ τοῦτο καὶ Ὅμηρος ταύτην τὴν γνώμην ὑποτίθεται περὶ τοῦ ὕδατος
Ὠκεανός, ὅσπερ γένεσις πάντεσσι τέτυκται.

Ἀναξίμανδρος δʼ ὁ Μιλήσιός φησι τῶν ὄντων τὴν ἀρχὴν εἶναι τὸ ἄπειρον ἐκ γὰρ τούτου πάντα γίνεσθαι καὶ εἰς τοῦτο πάντα φθείρεσθαι διὸ καὶ γεννᾶσθαι ἀπείρους κόσμους, καὶ πάλιν φθείρεσθαι εἰς τὸ ἐξ οὗ γίνονται. λέγει γοῦν διότι ἄπειρόν ἐστιν, ἵνα μηδὲν ἐλλείπῃ ἡ γένεσις ἡ ὑφισταμένη. ἁμαρτάνει δʼ οὗτος, μὴ λέγων τί ἐστι τὸ ἄπειρον, πότερον ἀήρ ἐστιν ἢ ὕδωρ ἢ γῆ ἢ ἄλλα τινὰ σώματα. ἁμαρτάνει οὖν, τὴν μὲν ὕλην ἀποφαινὸ

μενος τὸ δὲ ποιοῦν αἴτιον ἀναιρῶν· τὸ γὰρ ἄπειρον οὐδὲν ἄλλο ἢ ὕλη ἐστίν οὐ δύναται δʼ ἡ ὕλη εἶναι ἐνεργείᾳ, ἂν μὴ τὸ ποιοῦν ὑποκέηται.

Ἀναξιμένης δʼ ὁ Μιλήσιος ἀρχὴν τῶν ὄντων ἀέρα ἀπεφήνατο · ἐκ γὰρ τούτου τὰ πάντα γίνεσθαι καὶ εἰς αὐτὸν πάλιν ἀναλύεσθαι, οἷον ἡ ψυχή φησὶν ἡ ἡμετέρα ἀὴρ οὖσα συγκρατεῖ ἡμᾶς καὶ ὅλον τὸν κόσμον πνεῦμα καὶ ἀὴρ περιέχει· λέγεται δὲ συνωνύμως ἀὴρ καὶ πνεῦμα. ἁμαρτάνει δὲ καὶ οὗτος, ἐξ ἁπλοῦ καὶ μονοειδοῦς ἀέρος καὶ πνεύματος δοκῶν συνεστάναι τὰ ζῷα· ἀδύνατον γὰρ ἀρχὴν μίαν τὴν ὕλην τῶν ὄντων, ἐξ ἧς τὰ πάντα, ὑποστῆναι· ἀλλὰ καὶ τὸ ποιοῦν αἴτιον χρὴ ὑποτιθέναι οἷον ἄργυρος οὐκ ἀρκεῖ πρὸς τὸ ἔκπωμα γενέσθαι, ἂν μὴ καὶ τὸ ποιοῦν ᾖ, τουτέστιν ὁ ἀργυροκόπος ὁμοίως καὶ ἐπὶ τοῦ χαλκοῦ καὶ τοῦ ξύλου καὶ τῆς ἄλλης ὕλης.

Ἀναξαγόρας ὁ Κλαζομένιος ἀρχὰς τῶν ὄντων τὰς ὁμοιομερείας ἀπεφήνατο· ἐδόκει γὰρ αὐτῷ ἀπορώτατον εἶναι, πῶς ἐκ τοῦ μὴ ὄντος δύναταί γίνεσθαι ἢ φθείρεσθαι εἰς τὸ μὴ ὄν· τροφὴν γοῦν προσφερόμεθα ἁπλῆν καὶ μονοειδῆ, οἷον τὸν Δημήτριον ἄρτον, τὸ ὕδωρ πίνοντες· καὶ ἐκ ταύτης τῆς τροφῆς τρέφεται θρὶξ φλὲψ ἀρτηρία νεῦρα

ὀστᾶ καὶ τὰ λοιπὰ μόρια. τούτων οὖν γινομένων, ὁμολογητέον ἐστὶν ὅτι ἐν τῇ τροφῇ τῇ προσφερομένῃ πάντα ἐστὶ τὰ ὄντα καὶ ἐκ τῶν ὄντων πάντα αὔξεται καὶ ἐν ἐκείνῃ ἐστὶ τῇ τροφῇ μόρια αἵματος γεννητικὰ καὶ νεύρων καὶ ὀστέων καὶ τῶν ἄλλων ἃ ἦν λόγῳ θεωρητὰ μόρια. οὐ γὰρ δεῖ πάντα ἐπὶ τὴν αἴσθησιν ἀνάγειν, ὅτι ἄρτος καὶ τὸ ὕδωρ ταῦτα κατασκευάζει, ἀλλʼ ἐν τούτοις ἔστι λόγῳ θεωρητὰ μόρια. ἀπὸ τοῦ οὖν ὅμοια τὰ μέρη εἶναι ἐν τῇ τροφῇ τοῖς γεννωμένοις ὁμοιομερείας αὐτὰ ἐκάλεσε καὶ ἀρχὰς τῶν ὄντων ἀπεφήνατο καὶ τὰς μὲν ὁμοιομερείας ὕλην, τὸ δὲ ποιοῦν αἴτιον τὸν νοῦν τὸν τὰ πάντα διαταξάμενον. ἄρχεται δʼ οὕτως ὁμοῦ πάντα χρήματα ἦν, νοῦς δʼ αὐτὰ διῄρε καὶ διεκόσμησε χρήματα λέγων τὰ πράγματα. ἀποδεκτέος οὖν ἐστιν, ὅτι τῇ ὕλῃ τὸν τεχνίτην προσέζευξεν.

Ἀρχέλαος Ἀπολλοδώρου Ἀθηναῖος ἀέρα ἄπειρον καὶ τὴν περὶ αὐτὸν πυκνότητα καὶ μάνωσιν· τούτων δὲ τὸ μὲν εἶναι πῦρ τὸ δʼ ὕδωρ.

οὗτοι μὲν οὖν ἐφεξῆς; ἀλλήλοις ταῖς διαδοχαῖς γενόμενοι τὴν λεχθεῖσαν Ἰωνικὴν συμπληροῦσι φιλοσοφίαν ἀπὸ Θάλητος.

πάλιν δʼ ἀπʼ ἄλλης ἀρχῆς Πυθαγόρας Μνησάρχου Σάμιος, ὁ πρῶτος φιλοσοφίαν τούτῳ τῷ ῥήματι προσαγορεύσας, ἀρχὰς τοὺς ἀριθμοὺς καὶ τὰς

συμμετρίας τὰς ἐν τούτοις, ἃς καὶ ἁρμονίας καλεῖ τὰ δʼ ἐξ ἀμφοτέρων σύνθετα στοιχεῖα, καλούμενα δὲ γεωμετρικά· πάλιν δὲ τὴν μονάδα καὶ τὴν ἀόριστον δυάδα ἐν ταῖς ἀρχαῖς. σπεύδει δʼ αὐτῷ τῶν ἀρχῶν ἡ μὲν ἐπὶ τὸ ποιητικὸν αἴτιον καὶ εἰδικόν, ὅπερ ἐστὶ νοῦς,· ὁ θεός, ἡ δʼ ἐπὶ τὸ παθητικὸν τε καὶ ὑλικόν, ὅπερ ἐστὶν ὁ ὁρατὸς κόσμος·. εἶναι δὲ τὴν φύσιν τοῦ ἀριθμοῦ δεκάδα· μέχρι γὰρ τῶν δέκα πάντες Ἕλληνες, πάντες βάρβαροι ἀριθμοῦσιν, ἐφʼ ἃ ἐλθόντες πάλιν ἀναποδοῦσιν ἐπὶ τὴν μονάδα· καὶ τῶν δέκα πάλιν, φησίν, ἡ δύναμίς ἐστιν ἐν τοῖς τέσσαρσι καὶ τῇ τετράδι τὸ δʼ αἴτιον, εἴ τις ἀπὸ τῆς μονάδος ἀναποδῶν κατὰ πρόσθεσιν τιθείη τοὺς ἀριθμοὺς ἄχρι τῶν τεσσάρων προελθὼν ἐκπληρώσει τὸν δέκα ἀριθμόν ἐὰν δὲ ὑπερβάληται τὸν τῆς τετράδος, καὶ τῶν δέκα ὑπερεκπεσεῖται οἷον εἴ τις θείη ἓν καὶ δύο προσθείη καὶ τρία καὶ τούτοις τέσσαρα, τὸν τῶν δέκα πληρώσει ἀριθμόν· ὥστε ὁ ἀριθμὸς κατὰ μὲν μονάδα ἐν τοῖς δέκα κατὰ δὲ δύναμιν ἐν τοῖς τέσσαρσι διὸ καὶ ἐφθέγγοντο οἱ Πυθαγόρειοι, ὡς μεγίστου ὅρκου ὄντος τῆς τετράδος,
  1. οὐ μὰ τὸν ἁμετέρᾳ ψυχᾷ παραδόντα τετρακτύν,
  2. παγὰν ἀενάου φύσεος ῥίζωμὰ τʼ ἔχουσαν.
καὶ ἡ ἡμετέρα ψυχή φησὶν ἐκ τετράδος σύγκειται εἶναι γὰρ νοῦν ἐπιστήμην δόξαν αἴσθησιν, ἐξ ὧν πᾶσα τέχνη καὶ ἐπιστήμη καὶ αὐτοὶ λογικοὶ ἐσμεν. νοῦς μὲν οὖν ἡ μονάς ἐστιν· ὁ γὰρ νοῦς κατὰ μονάδα θεωρεῖται, οἷον πολλῶν ὄντων ἀνθρώπων οἱ μὲν ἐπὶ μέρους εἰσὶν ἀναίσθητοι ἀπερίληπτοι καὶ ἄπειροι, ἀλλʼ αὐτὸ τοῦτο ἄνθρωπον ἕνα μόνον νοοῦμεν, ᾧ οὐδεὶς ἔτυχεν ὅμοιος· καὶ ἵππον ἕνα μόνον νοοῦμεν, οἱ δʼ ἐπὶ μέρους εἰσὶν ἄπειροι. τὰ γὰρ εἴδη ταῦτα πάντα καὶ γένη κατὰ μονάδας εἰσί· διὸ καὶ ἐπὶ· ἑνὸς ἑκάστου αὐτῶν τοῦτον τὸν ὅρον ἀποδιδόντες λέγουσι ζῷον λογικὸν ἢ ζῷον χρεμετιστικὸν ῥητέον. διὰ τοῦτο οὖν νοῦς ἡ μονάς, ᾧ ταῦτα νοοῦμεν, καὶ ἡ δυὰς δʼ ἡ ἀόριστος ἐπιστήμη, εἰκότως· πᾶσα γὰρ ἀπόδειξις καὶ πᾶσα πίστις ἐπιστήμης, πρὸς δὲ καὶ πᾶς συλλογισμὸς ἔκ τινων ὁμολογουμένων τὸ ἀμφισβητούμενον συνάγει καὶ ῥᾳδίως ἀποδείκνυται ἕτερον· ὧν ἡ ἐπιστήμη κατάληψίς ἐστι, διὸ εἴη ἂν δυάς. ἡ δὲ δόξα τριὰς ἐκ καταλήψεώς ἐστιν, εὐλόγως, ὅτι πολλῶν ἐστιν ἡ δόξα ἡ δὲ τριὰς πλῆθος, ὡς τρισμάκαρες Δαναοὶ διὰ τοῦτο οὖν ἐγκρίνει τὴν τριάδα --- ἡ δὲ
τούτων αἵρεσις Ἰταλικὴ προσηγορεύθη διὰ τὸ τὸν Πυθαγόραν ἐν Ἰταλίᾳ σχολάσαι μετέστη γὰρ ἀπὸ Σάμου τῆς πατρίδος, τῇ Πολυκράτους τυραννίδι δυσαρεστήσας.

Ἡράκλειτος καὶ Ἵππασος ὁ Μεταποντῖνος ἀρχὴν τῶν ὅλων τὸ πῦρ· ἐκ πυρὸς γὰρ τὰ πάντα γίνεσθαι καὶ εἰς πῦρ πάντα τελευτᾶν λέγουσι· τούτου δὲ κατασβεννυμένου, κοσμοποιεῖσθαι τὰ πάντα. πρῶτον μὲν γὰρ τὸ παχυμερέστατον αὐτοῦ εἰς αὑτὸ συστελλόμενον γῆν γίνεσθαι, ἔπειτʼ ἀναχαλωμένην τὴν γῆν ὑπὸ τοῦ πυρὸς φύσει ὕδωρ ἀποτελεῖσθαι, ἀναθυμιώμενον δʼ ἀέρα γίνεσθαι πάλιν δὲ τὸν κόσμον καὶ πάντα τὰ σώματα ὑπὸ πυρὸς ἀναλοῦσθαι ἐν τῇ ἐκπυρώσει. ἀρχὴ οὖν τὸ πῦρ, ὅτι ἐκ τούτου τὰ πάντα· τέλος δέ, ὅτι καὶ εἰς τοῦτο ἀναλύεται τὰ πάντα.

Ἐπίκουρος Νεοκλέους Ἀθηναῖος κατὰ Δημόκριτον φιλοσοφήσας ἔφη τὰς ἀρχὰς τῶν ὄντων σώματα λόγῳ θεωρητά, ἀμέτοχα κενοῦ, ἀγένητα, ἀίδια, ἄφθαρτα, οὔτε θραυσθῆναι δυνάμενα οὔτε

διάπλασιν ἐκ τῶν μερῶν λαβεῖν οὔτʼ ἀλλοιωθῆναι εἶναι δʼ αὐτὰ λόγῳ θεωρητά ταῦτα μέντοι κινεῖσθαι ἐν τῷ κενῷ καὶ διὰ τοῦ κενοῦ· εἶναι δὲ καὶ αὐτὸ τὸ κενὸν ἄπειρον καὶ τὰ σώματα ἄπειρα. συμβεβηκέναι δὲ τοῖς σώμασι τρία ταῦτα, σχῆμα μέγεθος βάρος. Δημόκριτος μὲν γὰρ ἔλεγε δύο, μέγεθὸς τε καὶ σχῆμα, ὁ δʼ Ἐπίκουρος τούτοις καὶ τρίτον, τὸ βάρος, προσέθηκεν · ἀνάγκη γάρ φησὶ κινεῖσθαι τὰ σώματα τῇ τοῦ βάρους πληγῇ ·, ἐπεὶ οὐ κινηθήσεται εἶναι δὲ τὰ σχήματα τῶν ἀτόμων ἀπερίληπτα οὐκ ἄπειρα μὴ γὰρ εἶναι μήτʼ ἀγκιστροειδεῖς μήτε τριαινοειδεῖς μήτε κρικοειδεῖς · ταῦτα γὰρ τὰ σχήματα εὔθραυστά ἐστιν · αἱ δʼ ἄτομοι ἀπαθεῖς ἄθραυστοι, ἴδια δʼ ἔχειν σχήματα λόγῳ θεωρητά. καὶ εἴρηται ἄτομος, οὐχ ὅτι ἐστὶν ἐλαχίστη ἀλλʼ ὅτι οὐ δύναται τμηθῆναι, ἀπαθὴς οὖσα καὶ ἀμέτοχος κενοῦ· ὥστε, ἐὰν εἴπῃ ἄτομον, ἄθραυστον λέγει καὶ ἀπαθῆ , ἀμέτοχον κενοῦ. ὅτι δὲ ἔστιν ἄτομος, σαφές· καὶ γὰρ ἔστι στοιχεῖα ἀεὶ ὄντα καὶ ζῷα κενὰ καὶ ἡ μονάς.

Ἐμπεδοκλῆς Μέτωνος Ἀκραγαντῖνος τέτταρα μὲν λέγει στοιχεῖα, πῦρ ἀέρα ὕδωρ γῆν· δύο δʼ ἀρχικὰς δυνάμεις, φιλίαν τε καὶ νεῖκος· ὧν ἡ μέν ἐστιν ἑνωτικὴ τὸ δὲ διαιρετικόν. φησὶ δʼ οὕτως

  1. τέσσαρα τῶν πάντων ῥιζώματα πρῶτον ἄκουε.
  2. Ζεὺς ἀργὴς Ἥρη· τε φερέσβιος ἠδʼ Ἀιδωνεύς,
  3. νῆστὶς θʼ, ἣ δακρύοις τέγγει κρούνωμα βρότειον.
Δία μὲν γὰρ λέγει τὴν ζέσιν καὶ τὸν αἰθέρα, Ἥρην δὲ φερέσβιον τὸν ἀέρα, τὴν δὲ γῆν τὸν Ἀιδωνέα, Νῆστιν δὲ καὶ κρούνωμα βρότειον οἱονεὶ τὸ σπέρμα καὶ τὸ ὕδωρ.

Σωκράτης Σωφρονίσκου Ἀθηναῖος καὶ Πλάτων Ἀρίστωνος Ἀθηναῖος ʽαἱ γὰρ αὐταὶ περὶ παντὸς ἑκατέρου δόξαἰ τρεῖς ἀρχάς, τὸν θεὸν τὴν ὕλην τὴν ἰδέαν. ὁ δὲ θεὸς νοῦς ἐστι τοῦ κόσμου, ὕλη δὲ τὸ ὑποκείμενον πρῶτον γενέσει καὶ φθορᾷ, ἰδέα δʼ οὐσία ἀσώματος ἐν τοῖς νοήμασι καὶ ταῖς φαντασίαις τοῦ θεοῦ.

Ἀριστοτέλης δὲ Νικομάχου Σταγειρίτης ἀρχὰς μὲν ἐντελέχειαν, ἤτοι εἶδος ὕλην στέρησιν· στοιχεῖα δὲ τέτταρα, πέμπτον δέ τι σῶμα αἰθέριον ἀμετάβλητον.

Ζήνων Μνασέου Κιτιεὺς ἀρχὰς μὲν τὸν θεὸν καὶ τὴν ὕλην, ὧν ὁ μέν ἐστι τοῦ ποιεῖν αἴτιος ἡ δὲ τοῦ πάσχειν, στοιχεῖα δὲ τέτταρα.

ὁ τοίνυν κόσμος συνέστη περικεκλασμένῳ σχήματι ἐσχηματισμένος τὸν τρόπον τοῦτον. τῶν ἀτόμων σωμάτων ἀπρονόητον καὶ τυχαίαν ἐχόντων τὴν κίνησιν συνεχῶς τε καὶ τάχιστα κινουμένων εἰς τὸ αὐτό, πολλὰ σώματα συνηθροίσθη, καὶ διὰ τοῦτο ποικιλίαν ἔχοντα καὶ σχημάτων καὶ μεγεθῶν. ἀθροιζομένων δʼ ἐν ταὐτῷ τούτων, τὰ μέν, ὅσα μείζονα ἦν καὶ βαρύτερα, πάντως ὑπεκάθιζεν ὅσα δὲ μικρὰ καὶ περιφερῆ καὶ λεῖα καὶ εὐόλισθα, ταῦτα καὶ ἐξεθλίβετο κατὰ τὴν σύνοδον τῶν σωμάτων εἴς τε τὸ μετέωρον ἀνεφέρετο. ὡς δ’ οὖν ἐξέλιπε μὲν ἡ πληκτικὴ δύναμις μετεωρίζουσα, οὐκέτι δʼ ἦγεν ἡ πληγὴ πρὸς τὸ μετέωρον, ἐκωλύετο δὲ ταῦτα κάτω φέρεσθαι, ἐπιέζετο πρὸς τοὺς τόπους τοὺς δυναμένους δέξασθαι· οὗτοι δʼ ἦσαν οἱ πέριξ, καὶ πρὸς τούτοις τὸ πλῆθος τῶν σωμάτων περιεκλᾶτο, περιπλεκόμενα δʼ ἀλλήλοις κατὰ τὴν περίκλασιν τὸν οὐρανὸν ἐγέννησεν· τῆς δʼ αὐτῆς ἐχόμεναι φύσεως αἱ ἄτομοι, ποικίλαι οὖσαι, καθὼς εἴρηται, πρὸς τὸ μετέωρον ἐξωθούμεναι, τὴν τῶν ἀστέρων φύσιν ἀπετέλουν · τὸ δὲ πλῆθος τῶν ἀναθυμιωμένων σωμάτων ἐπέπληττε τὸν ἀέρα καὶ τοῦτον ἐξέθλιβε· πνευματούμενος δʼ οὗτος κατὰ τὴν κίνησιν καὶ

συμπεριλαμβάνων τὰ ἄστρα συμπεριῆγε ταῦτα καὶ τὴν νῦν περιφορὰν αὐτῶν μετέωρον ἐφύλαττε. κἄπειτα ἐκ μὲν τῶν ὑποκαθιζόντων ἐγεννήθη ἡ γῆ, ἐκ δὲ τῶν μετεωριζομένων οὐρανὸς πῦρ ἀήρ. πολλῆς δʼ ὕλης ἔτι περιειλημμένης ἐν τῇ γῇ πυκνουμένης τε ταύτης κατὰ τὰς ἀπὸ τῶν πνευμάτων πληγὰς καὶ τὰς ἀπὸ τῶν ἀστέρων αὔρας, προσεθλίβετο πᾶς ὁ μικρομερὴς σχηματισμὸς ταύτης; καὶ τὴν ὑγρὰν φύσιν ἐγέννα · ῥευστικῶς δʼ αὕτη διακειμένη κατεφέρετο πρὸς τοὺς κοίλους τόπους καὶ δυναμένους χωρῆσαὶ τε καὶ στέξαι, ἢ καθʼ αὑτὸ τὸ ὕδωρ ὑποστὰν ἐκοίλαινε τοὺς ὑποκειμένους τόπους. τὰ μὲν οὖν κυριώτατα μέρη τοῦ κόσμου τὸν τρόπον τοῦτον ἐγενήθη.

οἱ μὲν ἀπὸ τῆς Στοᾶς ἕνα κόσμον ἀπεφήναντο, ὃν δὴ καὶ τὸ πᾶν ἔφασαν εἶναι καὶ τὸ σωματικόν.

Ἐμπεδοκλῆς δὲ κόσμον μὲν ἕνα , οὐ μέντοι τὸ πᾶν εἶναι τὸν κόσμον ἀλλʼ ὀλίγον τι τοῦ παντὸς μέρος, τὸ δὲ λοιπὸν ἀργὴν ὕλην.

Πλάτων δὲ τεκμαίρεται τὸ δοκοῦν, ὅτι εἷς ὁ κόσμος καὶ ἓν τὸ πᾶν, ἐκ τριῶν· ἐκ τοῦ μὴ εἶναι τέλειον, ἐὰν μὴ πάντα περιέχῃ · ἐκ τοῦ μὴ ἔσεσθαι ὅμοιον τῷ παραδείγματι, ἐὰν μὴ μονογενὴς ἐκ τοῦ μὴ ἔσεσθαι αὐτὸν ἄφθαρτον, ἐὰν ᾖ τι ἐξωτέρω

αὐτοῦ. πρὸς δὴ τὸν Πλάτωνα ῥητέον, ὅτι οὐ τέλειος ὁ κόσμος· οὐδὲ γὰρ πάντα περιέχει--- καὶ γὰρ ὁ ἄνθρωπός ἐστι τέλειος, ἀλλʼ οὐ πάντα περιέχει καὶ πολλὰ παραδείγματα ἔστιν, ὥσπερ ἐπʼ ἀνδριάντων καὶ οἰκιῶν καὶ ζῳγραφιῶν. πῶς δὲ τέλειος, εἴπερ ἔξωθέν τι αὐτοῦ περιδινεῖσθαι δύναται; ἄφθαρτος δʼ οὐκ ἔστιν οὐδὲ δύναται εἶναι , γενητὸς ὤν.

Μητρόδωρος δέ φησιν ἄτοπον εἶναι ἐν μεγάλῳ πεδίῳ ἕνα στάχυν γενηθῆναι καὶ ἕνα κόσμον ἐν τῷ ἀπείρῳ. ὅτι δʼ ἄπειρος κατὰ τὸ πλῆθος, δῆλον ἐκ τοῦ ἄπειρα τὰ αἴτια εἶναι· εἰ γὰρ ὁ μὲν κόσμος πεπερασμένος, ὅτι δʼ αἴτια πάντα ἄπειρα, ἐξ ὧν ὅδε ὁ κόσμος γέγονεν, ἀνάγκη ἀπείρους εἶναι. ὅπου γὰρ τὰ πάντα αἴτια, ἐκεῖ καὶ τὰ ἀποτελέσματα αἴτια δʼ ἤτοι αἱ ἄτομοι ἢ τὰ στοιχεῖα.

ὁρίζονται δὲ τὴν τοῦ θεοῦ οὐσίαν οἱ Στωικοὶ οὕτω· πνεῦμα νοερὸν καὶ πυρῶδες οὐκ ἔχον μὲν μορφήν, μεταβάλλον δʼ εἰς ὃ βούλεται καὶ συνεξομοιούμενον πᾶσιν. ἔσχον δʼ ἔννοιαν τούτου πρῶτον μὲν ἀπὸ τοῦ κάλλους τῶν ἐμφαινομένων προσλαμβάνοντες· οὐδὲν γὰρ τῶν καλῶν εἰκῆ καὶ ὡς ἔτυχε

γίνεται, ἀλλὰ μετά τινος τέχνης δημιουργούσης. καλὸς δʼ ὁ κόσμος· δῆλον δʼ ἐκ τοῦ σχήματος καὶ τοῦ χρώματος καὶ τοῦ μεγέθους καὶ τῆς περὶ τὸν κόσμον τῶν ἀστέρων ποικιλίας. σφαιροειδὴς δʼ ὁ κόσμος ὃ πάντων τῶν σχημάτων πρωτεύει · μόνον γὰρ τοῦτο τοῖς ἑαυτοῦ μέρεσιν ὁμοιοῦται· περιφερὴς δʼ ὢν ἔχει τὰ μέρη περιφερῆ διὰ τοῦτο γὰρ κατὰ τὸν Πλάτωνα ἐν τῇ κεφαλῇ τὸ ἱερώτατον συνέστηκε νοῦς. καὶ τὸ χρῶμα δὲ καλόν· κυανώσει γὰρ κέχρωσται, ὃ πορφύρας μέν ἐστι μελάντερον στίλβουσαν δʼ ἔχει τὴν ποιότητα· καὶ διὰ ταύτην τὴν αἰτίαν τῷ τῆς χροιᾶς συντόνῳ διακόπτων τηλικαύτην ἀέρος ἀκόστασιν ἐκ τοσούτων διαστημάτων θεωρεῖται. καὶ ἐκ τοῦ μεγέθους καλός· πάντων γὰρ τῶν ὁμογενῶν τὸ περιέχον καλὸν ὡς ζῷον καὶ δένδρον. ἐπιτελεῖ τὸ κάλλος τοῦ κόσμου καὶ ταῦτα τὰ φαινόμενα· ὁ μὲν γὰρ λοξὸς κύκλος ἐν οὐρανῷ διαφόροις εἰδώλοις πεποίκιλται·
  1. τῷ δ’ ἔνι καρκίνος ἐστί, λέων δ’ ἐπὶ τῷ, μετὰ δʼ αὐτὸν
  2. παρθένος, ἠδʼ ἐπί οἱ χηλαὶ καὶ σκορπίος αὐτὸς
  3. τοξευτής τε καὶ αἰγόκερως, ἐπὶ δʼ αἰγοκέρωτι
  4. ὑδροχόος· δύο δʼ αὐτὸν ἐπʼ ἰχθύες ἀστερόεντες·
  5. τοὺς δὲ μέτα κριός, ταῦρος δʼ ἐπὶ τῷ δίδυμοί τε.
μυρία δʼ ἄλλα καθʼ ὁμοίας τοῦ κόσμου περικλάσεις πεποίηκεν· ὅθεν καὶ Εὐριπίδης φησὶ
  1. τὸ τʼ ἀστερωπὸν οὐρανοῦ σέλας,
  2. χρόνου καλὸν ποίκιλμα, τέκτονος σοφοῦ.
ἐλάβομεν δʼ ἐκ τούτου ἔννοιαν θεοῦ· ἀεί τε γὰρ ἥλιος καὶ σελήνη καὶ τὰ λοιπὰ τῶν ἄστρων τὴν ὑπόγειον φορὰν ἐνεχθέντα ὅμοια μὲν ἀνατέλλει τοῖς χρώμασιν, ἴσα δὲ τοῖς μεγέθεσι καὶ κατὰ τόπους καὶ κατὰ χρόνους τοὺς αὐτούς. διόπερ οἱ τὸν περὶ τῶν θεῶν παραδόντες σεβασμὸν διὰ τριῶν ἐξέθηκαν ἡμῖν εἰδῶν, πρῶτον μὲν τοῦ φυσικοῦ, δεύτερον δὲ τοῦ μυθικοῦ, τρίτον δὲ τοῦ τὴν μαρτυρίαν ἐκ τῶν νόμων εἰληφότος, διοικεῖσθαι διδάσκεται δὲ τὸ μὲν φυσικὸν ὑπὸ τῶν φιλοσόφων, τὸ δὲ μυθικὸν ὑπὸ τῶν ποιητῶν, τὸ δὲ νομικὸν ὑφʼ ἑκάστης ἀεὶ πόλεως συνίσταται. διαιρεῖται δʼ ἡ πᾶσα διδαχὴ εἰς εἴδη ἑπτά· καὶ πρῶτον μὲν τὸ ἐκ τῶν φαινομένων καὶ μετεώρων· θεοῦ γὰρ ἔννοιαν ἔσχον ἀπὸ τῶν φαινομένων ἀστέρων, ὁρῶντες τούτους μεγάλης συμφωνίας ὄντας αἰτίους καὶ τεταγμένας ἀνατολάς τε καὶ δυσμάς, ἡμέρας τε καὶ νύκτας χειμῶνά τε καὶ θέρος, καὶ τὰ ὑπὸ τῆς γῆς ζῳογονούμενα καὶ καρπογονούμενα. διὸ· πατὴρ μὲν ἔδοξεν αὐτοῖς οὐρανὸς ὑπάρχειν, μήτηρ δὲ γῆ· τούτων δʼ ὁ μὲν πατὴρ διὰ τὸ τὰς τῶν ὑδάτων ἐκχύσεις σπερμάτων ἔχειν τάξιν· ἡ δὲ γῆ μήτηρ διὰ τὸ δέχεσθαι
ταῦτα καὶ τίκτειν· βλέποντες δὲ τοὺς ἀστέρας ἀεὶ θέοντας αἰτίους τε τοῦ θεωρεῖν ἡμᾶς ἥλιον καὶ σελήνην, θεοὺς προσηγόρευσαν. εἰς δεύτερον δὲ καὶ τρίτον τόπον τοὺς θεοὺς διεῖλον, εἴς τε τὸ βλάπτον καὶ τὸ ὠφελοῦν· καὶ τοὺς μὲν ὠφελοῦντας Δία Ἥραν Ἑρμῆν Δήμητραν τοὺς δὲ βλάπτοντας Ποινὰς Ἐρινύας Ἄρην, τούτους ἀφοσιούμενοι χαλεποὺς ὄντας καὶ βιαίους. τέταρτον καὶ πέμπτον προστεθείκασι τοῖς πράγμασι καὶ τοῖς πάθεσι, καθάπερ ἔρωτα Ἀφροδίτην Πόθον· πραγμάτων δʼ Ἐλπίδα Δίκην Εὐνομίαν. ἕκτον δὲ τόπον προσέλαβε τὸ ὑπὸ τῶν ποιητῶν πεπλασμένον · Ἡσίοδος γὰρ βουλόμενος τοῖς γενητοῖς θεοὺς πατέρας συστῆσαι εἰσήγαγε τοιούτους αὐτοῖς γεννήτορας
κοῖόν τε Κρεῖὸν θʼ Ὑπερίονά τʼ Ἰαπετόν τε·
διὰ τοῦτο καὶ μυθικὸν κέκληται. ἕβδομον δὲ καὶ ἐπὶ πᾶσι τὸ διὰ τὰς εἰς τὸν κοινὸν βίον εὐεργεσίας ἐκτετιμημένον ἀνθρώπινον δὲ γεννηθέν, ὡς Ἡρακλέα ὡς Διοσκόρους ὡς Διόνυσον. ἀνθρωποειδεῖς δʼ αὐτοὺς ἔφασαν εἶναι, διότι τῶν μὲν ἁπάντων τὸ θεῖον κυριώτατον, τῶν δὲ ζῴων ἄνθρωπος κάλλιστον καί, κεκοσμημένον ἀρετῇ διαφόρως κατὰ τὴν τοῦ νοῦ σύστασιν, τὸ κράτιστον. τοῖς οὖν ἀριστεύουσι τὸ κράτιστον ὁμοίως καὶ καλῶς ἔχειν διενοήθησαν.

ἔνιοι τῶν φιλοσόφων, καθάπερ Διαγόρας ὁ Μήλιος καὶ Θεόδωρος ὁ Κυρηναῖος καὶ Εὐήμερος ὁ Τεγεάτης, καθόλου φασὶ μὴ εἶναι θεούς· τὸν δʼ Εὐήμερον καὶ Καλλίμαχος ὁ Κυρηναῖος αἰνίττεται ἐν τοῖς Ἰάμβοις γράφων

  1. εἰς τὸ πρὸ τείχευς ἱερὸν ἁλέες δεῦτε,
  2. οὗ τὸν πάλαι χάγκεον ὁ πλάσας Ζᾶνα
  3. γέρων ἀλαζὼν ἄδικα βιβλία ψήχει
ταῦτʼ ἔστι τὰ περὶ τοῦ μὴ εἶναι θεούς. καὶ Εὐριπίδης δʼ ὁ τραγῳδοποιὸς ἀποκαλύψασθαι μὲν οὐκ ἠθέλησε, δεδοικὼς τὸν Ἄρειον πάγον· ἐνέφηνε δὲ τοῦτον τὸν τρόπον τὸν γὰρ Σίσυφον εἰσήγαγε προστάτην ταύτης τῆς δόξης καὶ συνηγόρησεν αὐτοῦ ταύτῃ τῇ γνώμῃ ἦν γάρ χρόνοσ φησὶν
  1. ὅτʼ ἦν ἄτακτος ἀνθρώπων βίος
  2. καὶ θηριώδης ἰσχύος θʼ ὑπηρέτης·
ἔπειτα φησὶ τὴν ἀνομίαν λυθῆναι νόμων εἰσαγωγῇ· ἐπεὶ γὰρ ὁ νόμος τὰ φανερὰ τῶν ἀδικημάτων εἴργειν ἐδύνατο κρύφα δʼ ἠδίκουν πολλοί, τότε τις σοφὸς ἀνὴρ ἐπέστησεν, ὡς δεῖ ψευδεῖ λόγῳ τυφλῶσαι τὴν ἀλήθειαν καὶ πεῖσαι τοὺς ἀνθρώπους
  1. ὡς ἔστι δαίμων ἀφθίτῳ θάλλων βίῳ,
  2. ὃς ταῦτʼ ἀκούει καὶ βλέπει φρονεῖ τʼ ἄγαν.
ἀναιρείσθω γάρ, φησίν, ὁ ποιητικὸς λῆρος σὺν Καλλιμάχῳ τῷ λέγοντι
  1. εἰ θεὸν οἶσθα,
  2. ἴσθʼ ὅτι καὶ ῥέξαι δαίμονι πᾶν δυνατόν
οὐδὲ γὰρ ὁ θεὸς δύναται πᾶν ποιεῖν· ἐπεί τοί γε, εἰ θεὸς ἔστι, ποιείτω τὴν χιόνα μέλαιναν τὸ δὲ πῦρ ψυχρὸν τὸ δὲ καθήμενον ὀρθὸν καὶ τὸ ἐναντίον. καὶ γὰρ Πλάτων ὁ μεγαλόφωνος εἰπών ὁ θεὸς ἔπλασε τὸν κόσμον πρὸς ἑαυτὸν ὑπόδειγμα ὄζει λήρου βεκκεσελήνου, κατά γε τοὺς τῆς ἀρχαίας κωμῳδίας ποιητάς πῶς γὰρ αὑτῷ ἀτενίζων ἔπλασεν; ἢ πῶς σφαιροειδῆ τὸν θεόν, ὄντα ταπεινότερον ἀνθρώπου; ὁ δʼ Ἀναξαγόρας φησὶν ὡς εἱστήκει κατʼ ἀρχὰς τὰ σώματα, νοῦς δʼ αὐτὰ διεκόσμησε θεοῦ καὶ τὰς γενέσεις τῶν ὅλων ἐποίησεν. ὁ δὲ Πλάτων οὐχ ἑστηκότα ὑπέθετο τὰ πρῶτα σώματα ἀτάκτως δὲ κινούμενα διὸ καὶ ὁ θεός, φησίν, ἐπιστήσας ὡς τάξις ἀταξίας ἐστὶ βελτίων, διεκόσμησε ταῦτα. κοινῶς οὖν ἁμαρτάνουσιν ἀμφότεροι, ὅτι τὸν θεὸν ἐποίησαν ἐπιστρεφόμενον τῶν ἀνθρωπίνων ἢ καὶ τούτου χάριν τὸν κόσμον κατασκευάζοντα τὸ γὰρ μακάριον καὶ ἄφθαρτον ζῷον
συμπεπληρωμένον τε πᾶσι τοῖς ἀγαθοῖς καὶ κακοῦ παντὸς ἄδεκτον, ὅλον ὂν περὶ τὴν συνοχὴν τῆς ἰδίας εὐδαιμονίας τε καὶ ἀφθαρσίας, ἀνεπιστρεφές ἐστι τῶν ἀνθρωπίνων πραγμάτων· κακοδαίμων δʼ ἂν εἴη, ἐργάτου δίκην καὶ τέκτονος ἀχθοφορῶν καὶ μεριμνῶν εἰς τὴν τοῦ κόσμου κατασκευήν. καὶ πάλιν ὁ θεὸς ὃν λέγουσιν ἤτοι τὸν ἔμπροσθεν αἰῶνα οὐκ ἦν, ὅτʼ ἦν ἀκίνητα τὰ σώματα, ἢ ἀτάκτως ἐκινεῖτο ἢ ἐκοιμᾶτο ἢ ἐγρηγόρει ἢ οὐδέτερον τούτων. καὶ οὔτε τὸ πρῶτον ἔστι δἐξασθαι, ὁ γὰρ θεὸς αἰώνιος· οὔτε τὸ δεύτερον, εἰ γὰρ ἐκοιμᾶτο ἐξ αἰῶνος ὁ θεός, ἐτεθνήκει αἰώνιος γὰρ ὕπνος ὁ θάνατός ἐστιν · ἀλλʼ οὐδὲ δεκτικὸς ὕπνου θεός, τὸ γὰρ ἀθάνατον τοῦ θεοῦ καὶ τὸ ἐγγὺς θανάτου πολὺ κεχώρισται. εἰ δʼ ἦν ὁ θεὸς ἐγρηγορώς, ἤτοι ἐνέλειπεν εἰς εὐδαιμονίαν ἢ ἐπεπλήρωτο ἐν μακαριότητι· καὶ οὔτε κατὰ τὸ πρῶτον μακάριός ἐστιν ὁ θεός, τὸ γὰρ ἐλλεῖπον εἰς εὐδαιμονίαν οὐ μακάριον· οὔτε κατὰ τὸ δεύτερον, μηδὲν γὰρ ἐλλείπων κεναῖς ἔμελλεν ἐπιχειρεῖν πράξεσι. πῶς δέ, εἴπερ ὁ θεὸς ἔστι καὶ τῇ τούτου φροντίδι τὰ κατʼ ἄνθρωπον οἰκονομεῖται, τὸ μὲν κίβδηλον εὐτυχεῖ τὸ δʼ ἀστεῖον τἀναντία πάσχει; Ἀγαμέμνων τε γάρ
ἀμφότερον βασιλεὺς τʼ ἀγαθὸς κρατερὸς τʼ αἰχμητής.
ὑπὸ μοιχοῦ καὶ μοιχάδος ἡττηθεὶς ἐδολοφονήθη καὶ ὁ τούτου δὲ συγγενὴς Ἡρακλῆς πολλὰ τῶν ἐπιλυμαινομένων τὸν ἀνθρώπινον βίον καθάρας ὑπὸ Δηιανείρας φαρμακευθεὶς ἐδολοφονήθη.

Θαλῆς νοῦν τοῦ κόσμου θεόν.

Ἀναξίμανδρος τοὺς ἀπείρους οὐρανοὺς θεούς.

Δημόκριτος νοῦν τὸν θεὸν ἑν πυρὶ σφαιροειδεῖ.

Διογένης καὶ Κλεάνθης καὶ Οἰνοπίδης τὴν τοῦ κόσμου ψυχήν.

Πυθαγόρας τῶν ἀρχῶν τὴν μὲν μονάδα θεὸν καὶ τἀγαθόν, ἥτις ἐστὶν ἡ τοῦ ἑνὸς φύσις, αὐτὸς ὁ νοῦς· τὴν δʼ ἀόριστον δυάδα δαίμονα καὶ τὸ κακόν, περὶ ἥν ἐστι τὸ ὑλικὸν πλῆθος, ἔστι δὲ καὶ ὁ ὁρατὸς κόσμος.

Σωκράτης καὶ Πλάτων τὸ ἕν, τὸ μονοφυὲς καὶ αὐτοφυὲς τὸ μοναδικόν, τὸ ὄντως ἀγαθὸν πάντα δὲ τὰ τοιαῦτα τῶν ὀνομάτων εἰς τὸν νοῦν σπεύδει νοῦς οὖν ὁ θεός, χωριστὸν εἶδος, τουτέστι τὸ ἀμιγὲς πάσης ὕλης καὶ μηδενὶ παθητῷ συμπεπλεγμένον.

Ἀριστοτέλης τὸν μὲν ἀνωτάτω θεὸν εἶδος

χω ριστὸν ἐπιβεβηκότα τῇ σφαίρᾳ τοῦ παντός, ἣτις ἐστὶν αἰθέριον σῶμα, τὸ πέμπτον ὑπʼ αὐτοῦ καλούμενον διῃρημένου δὲ τούτου κατὰ σφαίρας, τῇ μὲν φύσει συναφεῖς τῷ λόγῳ δὲ κεχωρισμένας, ἑκάστην οἴεται τῶν σφαιρῶν ζῷον εἶναι σύνθετον ἐκ σώματος καὶ ψυχῆς, ὧν τὸ μὲν σῶμά ἐστιν αἰθέριον κινούμενον κυκλοφορικῶς, ἡ ψυχὴ δὲ λόγος ἀκίνητος αἴτιος τῆς κινήσεως κατʼ ἐνέργειαν.

οἱ Στωικοὶ νοερὸν θεὸν ἀποφαίνονται πῦρ τεχνικὸν ὁδῷ βαδίζον ἐπὶ γένεσιν κόσμου ἐμπεριειληφὸς πάντας τοὺς σπερματικοὺς λόγους, καθʼ οὓς ἕκαστα καθʼ εἱμαρμένην γίνεται · καὶ πνεῦμα μὲν διῆκον διʼ ὅλου τοῦ κόσμου, τὰς δὲ προσηγορίας μεταλαμβάνον διὰ τὰς τῆς ὕλης, διʼ ἧς κεχώρηκε, παραλλάξεις· θεὸν δʼ καὶ τὸν κόσμον καὶ τοὺς ἀστέρας καὶ τὴν γῆν· τὸν δʼ ἀνωτάτω πάντων νοῦν ἐν αἰθέρι.

Ἐπίκουρος ἀνθρωποειδεῖς μὲν πάντας τοὺς θεούς, λόγῳ δὲ πάντας τούτους θεωρητοὺς διὰ τὴν λεπτομέρειαν τῆς τῶν εἰδώλων φύσεως· ὁ δʼ αὐτὸς ἄλλως τέσσαρας φύσεις κατὰ γένος ἀφθάρτους τάσδε, τὰ ἄτομα τὸ κενὸν τὸ ἄπειρον τὰς ὁμοιότητας· αὗται δὲ λέγονται ὁμοιομέρειαι καὶ στοιχεῖα.

παρακειμένως δὲ τῷ περὶ θεῶν λόγῳ τὸν περὶ δαιμόνων καὶ ἡρώων ἱστορητέον.

Θαλῆς Πυθαγόρας Πλάτων οἱ Στωικοὶ δαίμονας ὑπάρχειν οὐσίας ψυχικάς· εἶναι δὲ καὶ ἥρωας τὰς κεχωρισμένας ψυχὰς τῶν σωμάτων, καὶ ἀγαθοὺς μὲν τὰς ἀγαθὰς κακοὺς δὲ τὰς φαύλας.

Ἐπίκουρος δʼ οὐδὲν τούτων ἐγκρίνει.

ὕλη ἐστὶ τὸ ὑποκείμενον πρῶτον γενέσει καὶ φθορᾷ καὶ ταῖς ἄλλαις μεταβολαῖς.

οἱ ἀπὸ Θάλεω καὶ Πυθαγόρου καὶ οἱ Στωικοὶ τρεπτὴν καὶ ἀλλοιωτὴν καὶ μεταβλητὴν καὶ ῥευστὴν ὅλην διʼ ὅλης τὴν ὕλην.

οἱ ἀπὸ Δημοκρίτου ἀπαθῆ τὰ πρῶτα, τὴν ἄτομον καὶ τὸ κενὸν καὶ τὸ ἀσώματον.

Ἀριστοτέλης καὶ Πλάτων τὴν ὕλην σωματοειδῆ ἄμορφον ἀνείδεον ἀσχημάτιστον ἄποιον μὲν ὅσον ἐπὶ τῇ ἰδίᾳ φύσει , δεξαμενὴν δὲ τῶν εἰδῶν οἷον τιθήνην καὶ ἐκμαγεῖον καὶ μητέρα γενέσθαι. οἱ δʼ ὕδωρ λέγοντες ἢ γῆν ἢ πῦρ ἢ ἀέρα τὴν ὕλην οὐκέτι ἄμορφον αὐτὴν λέγουσιν ἀλλὰ σῶμα· οἱ δὲ τὰ ἀμερῆ καὶ τὰς ἀτόμους ἄμορφον.

ἰδέα ἐστὶν οὐσία ἀσώματος, αὐτὴ μὲν μὴ ὑφεστῶσα καθʼ αὑτήν, εἰκονίζουσα δὲ τὰς ἀμόρφους; ὔλας καὶ αἰτία γινομένη τῆς τούτων δείξεως.

Σωκράτης καὶ Πλάτων χωριστὰς τῆς ὕλης οὐσίας τὰς ἰδέας ὑπολαμβάνει, ἐν τοῖς νοήμασι καὶ ταῖς· φαντασίαις τοῦ θεοῦ, τουτέστι τοῦ νοῦ, ὑφεστώσας.

Ἀριστοτέλης δʼ εἴδη μὲν ἀπέλιπε καὶ ἰδέας, οὐ μὴν κεχωρισμένας τῆς ὕλης, ὃ ἐξ ὧν γεγονὸς τὸ ὑπὸ τοῦ θεοῦ.

οἱ ἀπὸ Ζήνωνος Στωικοὶ ἐννοήματα ἡμέτερα τὰς ἰδέας ἔφασαν.

αἴτιόν ἐστι διʼ ὃ τὸ ἀποτέλεσμα ἢ διʼ ὃ συμβαίνει τι.

Πλάτων τριχῶς τὸ αἴτιον· φησὶ γὰρ ὑφʼ οὗ ἐξ. οὗ πρὸς ὅ· κυριώτερον δʼ ἡγεῖται τὸ ὑφʼ οὗ· τοῦτο δʼ ἦν τὸ ποιοῦν, ὅ ἐστι νοῦς.

Πυθαγόρας καὶ Ἀριστοτέλης τὰ μὲν πρῶτα αἴτια ἀσώματα, τὰ δὲ κατὰ μετοχὴν ἢ κατὰ συμβεβηκὸς τῆς σωματικῆς ὑποστάσεως· ὥστʼ εἶναι τὸν κόσμον σῶμα.

οἱ Στωικοὶ πάντα τὰ αἴτια σωματικά· πνεύματα γάρ.

σῶμά ἐστι τὸ τριχῇ διαστατόν, πλάτει βάθει μήκει ἢ ὄγκος· ἀντίτυπος ὅσον ἐφʼ ἑαυτῷ · ἢ τὸ κατέχον τόπον.

Πλάτων μήτε βαρὺ εἶναι μήτε κοῦφον τῇ φύσει ἔν γε τῷ οἰκείῳ τόπῳ ὑπάρχον ἐν δέ γε τῷ ἀλλοτρίῳ γενόμενον τότε νεῦσιν ἴσχειν · ἐκ δὲ τῆς νεύσεως ῥοπὴν ἤτοι πρὸς βαρύτητα ἢ κουφότητα.

Ἀριστοτέλης βαρύτατον μὲν εἶναι τὴν γῆν ἁπλῶς, κουφότατον δὲ τὸ πῦρ· ἀέρα δὲ καὶ ὕδωρ ἄλλοτʼ ἄλλως.

οἱ Στωικοὶ δύο μὲν ἐκ τῶν τεσσάρων στοιχείων κοῦφα, πῦρ καὶ ἀέρα· δύο δὲ βαρέα, ὕδωρ καὶ γῆν· κοῦφον γὰρ ὑπάρχει φύσει, ὃ νεύει ἀπὸ τοῦ ἰδίου μέσου· βαρὺ δὲ τὸ εἰς μέσον· βαρὺ δʼ οὐκ ἔστι τὸ μέσον.

Ἐπίκουρος δʼ ἀπερίληπτα εἶναι τὰ σώματα καὶ τὰ πρῶτα δʼ ἁπλᾶ, τὰ δʼ ἐξ ἐκείνων συγκρίματα πάντα βάρος ἔχειν · κινεῖσθαι δὲ τὰ ἄτομα ποτὲ μὲν κατὰ στάθμην ποτὲ δὲ κατὰ παρέγκλισιν, τὰ δʼ ἄνω κινούμενα κατὰ πληγήν, κατὰ παλμόν.

Ἐμπεδοκλῆς πρὸ τῶν τεσσάρων στοιχείων θραύσματα ἐλάχιστα, οἱονεὶ στοιχεῖα πρὶν στοιχείων, ὁμοιομερῆ, ὅ ἐστι στρογγύλα.

Ἡράκλειτος ψηγμάτιά τινα ἐλάχιστα καὶ ἀμερῆ εἰσάγει.

σχῆμά ἐστιν ἐπιφάνεια καὶ περιγραφὴ καὶ πέρας σώματος.

οἱ ἀπὸ Πυθαγόρου σφαιρικὰ τὰ σχήματα τῶν τεττάρων στοιχείων, μόνον δὲ τὸ ἀνώτατον πῦρ κωνοειδές.

χρῶμά ἐστι ποιότης σώματος ὁρατή.

οἱ Πυθαγορικοὶ χροιὰν ἐκάλουν τὴν ἐπιφάνειαν τοῦ σώματος.

Ἐμπεδοκλῆς τὸ τοῖς πόροις τῆς ὄψεως ἐναρμόττον.

Πλάτων. φλόγα ἀπὸ τῶν σωμάτων σύμμετρα μόρια ἔχουσαν πρὸς τὴν ὄψιν.

Ζήνων ὁ Στωικὸς τὰ χρώματα πρώτους εἶναι σχηματισμοὺς τῆς ὕλης.

οἱ ἀπὸ Πυθαγόρου τὰ γένη τῶν χρωμάτων λευκόν τε καὶ μέλαν, ἐρυθρόν, ὠχρόν· τὰς δὲ διαφορὰς τῶν χρωμάτων παρὰ τὰς ποιὰς μίξεις τῶν

στοιχείων τὰς δὲ τῶν ζῴων καὶ παρὰ τὰς ποικιλίας τῶν τροφῶν καὶ τῶν ἀέρων·

οἱ ἀπὸ Θάλεω καὶ Πυθαγόρου παθητὰ τὰ σώματα καὶ τμητὰ εἰς ἄπειρον.

οἱ τὰς ἀτόμους περὶ τὰ ἀμερῆ ἵστασθαι καὶ μὴ εἰς ἄπειρον εἶναι τὴν τομήν.

Ἀριστοτέλης δυνάμει μὲν εἰς ἄπειρον ἐντελεχείᾳ δ’ οὐδαμῶς.

οἱ μὲν ἀρχαῖοι τὰς τῶν στοιχείων μίξεις κατʼ ἀλλοίωσιν.

οἱ δὲ περὶ Ἀναξαγόραν καὶ Δημόκριτον κατὰ παράθεσιν.

Ἐμπεδοκλῆς δʼ ἐκ μικροτέρων ὄγκων τὰ στοιχεῖα συγκρίνει, ἅπερ ἐστὶν ἐλάχιστα καὶ οἱονεὶ στοιχεῖα στοιχείων.

Πλάτων τὰ μὲν τρία σώματα ʽοὐ γὰρ θέλει κυρίως αὐτὰ εἶναι στοιχεῖα ἢ προσονομάζεινʼ τρεπτὰ εἰς ἄλληλα, πῦρ ἀέρα ὕδωρ· τὴν δὲ γῆν εἴς τι τούτων ἀμετάβλητον.

οἱ ἀπὸ Θάλεω φυσικοὶ πάντες μέχρι Πλάτωνος τὸ κενὸν ἀπέγνωσαν.

Ἐμπεδοκλῆς

οὐδέ τι τοῦ παντὸς κενεὸν πέλει οὐδὲ περισσόν.

Λεύκιππος Δημόκριτος; Δημήτριος Μητρόδωρος Ἐπίκουρος τὰ μὲν ἄτομα ἄπειρα τῷ πλήθει, τὸ δὲ κενὸν ἄπειρον τῷ μεγέθει.

οἱ Στωικοὶ ἐντὸς μὲν τοῦ κόσμου οὐδὲν εἶναι κενὸν ἔξωθεν δʼ αὐτοῦ ἄπειρον.

Ἀριστοτέλης τοσοῦτον εἶναι τὸ κενὸν ἐκτὸς τοῦ κόσμου, ὥστʼ ἀναπνεῖν τὸν οὐρανόν· εἶναι γὰρ αὐτὸν πύρινον.

Πλάτων τόπον εἶναι τὸ μεταληπτικὸν τῶν εἰδῶν, ὅπερ εἴρηκε μεταφορικῶς τὴν ὕλην, καθάπερ τινὰ τιθήνην καὶ δεξαμενήν.

Ἀριστοτέλης τὸ ἔσχατον τοῦ περιέχοντος συνάπτον τῷ περιεχομένῳ.