De musica
Pseudo-Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.
Πολυμνάστῳ δὲ τὸν θʼ ὑπολύδιον νῦν ὀνομαζόμενον τόνον ἀνατιθέασι, καὶ τὴν ἔκλυσιν καὶ τὴν ἐκβολὴν πολὺ μείζω πεποιηκέναι φασὶν αὐτόν. καὶ αὐτὸν δὲ τὸν Ὄλυμπον ἐκεῖνον, ᾧ δὴ τὴν ἀρχὴν τῆς Ἑλληνικῆς τε καὶ νομικῆς μούσης ἀποδιδόασι, τό τε τῆς ἁρμονίας γένος ἐξευρεῖν φασι, καὶ τῶν ῥυθμῶν τόν τε προσοδιακὸν ἐν ᾧ ὁ τοῦ Ἄρεως νόμος, καὶ τὸν χορεῖον ᾧ πολλῷ κέχρηται ἐν τοῖς Μητρῴοις· ἔνιοι δὲ καὶ τὸν βακχεῖον Ὄλυμπον οἴονται εὑρηκέναι. δηλοῖ δʼ ἕκαστον τῶν ἀρχαίων μελῶν, ὅτι ταῦθʼ οὕτως ἔχει. Λᾶσος δʼ ὁ Ἑρμιονεὺς εἰς τὴν διθυραμβικὴν ἀγωγὴν μεταστήσας τοὺς ῥυθμοὺς· καὶ τῇ τῶν αὐλῶν πολυφωνίᾳ κατακολουθήσας πλείοσί τε φθόγγοις καὶ διερριμμένοις χρησάμενος εἰς μετάθεσιν τὴν προϋπάρχουσαν ἤγαγε μουσικήν.
ὁμοίως δὲ καὶ Μελανιππίδης ὁ μελοποιὸς ἐπιγενόμενος οὐκ ἐνέμεινε τῇ προϋπαρχούσῃ μουσικῇ, ἀλλʼ οὐδὲ Φιλόξενος; οὐδὲ Τιμόθεος· οὗτος γάρ, ἑπταφθόγγου τῆς λύρας ὑπαρχούσης ἕως εἰς Τέρπανδρον τὸν Ἀντισσαῖον, διέρριψεν εἰς πλείονας φθόγγους. ἀλλὰ γὰρ καὶ αὐλητικὴ ἀφʼ ἁπλουστέρας εἰς ποικιλωτέραν μεταβέβηκε μουσικήν· τὸ γὰρ
παλαιόν, ἕως εἰς· Μελανιππίδην τὸν τῶν διθυράμβων ποιητήν, συμβεβήκει τοὺς αὐλητὰς; παρὰ τῶν ποιητῶν λαμβάνειν τοὺς μισθούς, πρωταγωνιστούσης δηλονότι τῆς ποιήσεως, τῶν δʼ αὐλητῶν ὑπηρετούντων τοῖς διδασκάλοις·; ὕστερον δὲ καὶ τοῦτο διεφθάρη, ὡς καὶ Φερεκράτη τὸν κωμικὸν εἰσαγαγεῖν τὴν Μουσικὴν ἐν γυναικείῳ σχήματι, ὅλην κατῃκισμένην τὸ σῶμα· ποιεῖ δὲ τὴν Δικαιοσύνην διαπυνθανομένην τὴν αἰτίαν τῆς λώβης καὶ τὴν Ποίησιν λέγουσαν·καὶ Ἀριστοφάνης ὁ κωμικὸς μνημονεύει Φιλοξένου καί φησιν, ὅτι εἰς τοὺς κυκλίους χοροὺς μέλη εἰσηνέγκατο. ἡ δὲ Μουσικὴ λέγει ταῦτα·
- ΜΟΥΣ.λέξω μὲν οὐκ ἄκουσα· σοί τε γὰρ κλύειν
- ἐμοί τε λέξαι θυμὸς ἡδονὴν ἔχει.
- ἐμοὶ γὰρ ἦρξε τῶν κακῶν Μελανιππίδης,
- ἐν τοῖσι πρῶτος ὃς λαβὼν ἀνῆκέ με
- χαλαρωτέραν τʼ ἐποίησε χορδαῖς δώδεκα.
- ἀλλʼ οὖν ὅμως οὗτος μὲν ἦν ἀποχρῶν ἀνὴρ
- ἔμοιγε --- πρὸς τὰ νῦν κακά.
- Κινησίας δὲ μʼ ὁ κατάρατος Ἀττικός,
- ἐξαρμονίους καμπὰς ποιῶν ἐν ταῖς στροφαῖς
- ἀπολώλεχʼ οὕτως, ὥστε τῆς ποιήσεως
- τῶν διθυράμβων, καθάπερ ἐν ταῖς ἀσπίσιν,
- ἀριστέρʼ αὐτοῦ φαίνεται τὰ δεξιά.
- ἀλλʼ οὖν ἀνεκτὸς οὗτος ἦν ὅμως ἐμοί.
- Φρῦνις δʼ ἴδιον στρόβιλον ἐμβαλών τινα
- κάμπτων με καὶ στρέφων ὅλην διέφθορεν,
- ἐν πέντε χορδαῖς δώδεχʼ ἁρμονίας ἔχων.
- ἀλλʼ οὖν ἔμοιγε χοὖτος ἦν ἀποχρῶν ἀνήρ·
- εἰ γάρ τι κἀξήμαρτεν, αὖθις ἀνέλαβεν.
- ὁ δὲ Τιμόθεὸς μʼ, ὦ φιλτάτη, κατορώρυχε
- καὶ διακέκναικʼ αἴσχιστα. ΔΙΚ. ποῖος οὑτοσὶ
- ὁ Τιμόθεος; ΜΟΥΣ. Μιλήσιός τις πυρρίας
- κακά μοι παρέσχεν οὗτος, ἅπαντας οὓς λέγω
- παρελήλυθʼ ᾅδων ἐκτραπέλους μυρμηκιάς.
- κἂν ἐντύχῃ πού μοι βαδιζούσῃ μόνῃ,
- ἀπέδυσε κἀνέδυσε χορδαῖς δώδεκα.
καὶ ἄλλοι δὲ κωμῳδοποιοὶ ἔδειξαν τὴν ἀτοπίαν τῶν μετὰ ταῦτα τὴν μουσικὴν κατακεκερματικότων.
- ἐξαρμονίους ὑπερβολαίους, τʼ ἀνοσίους
- καὶ νιγλάρους, ὥσπερ τε τὰς ῥαφάνους ὅλην
- καμπῶν με κατεμέστωσε.
ὅτι δὲ παρὰ τὰς ἀγωγὰς καὶ τὰς μαθήσεις
διόρθωσις ἢ διαστροφὴ γίγνεται, δῆλον Ἀριστόξενος ἐποίησε. τῶν γὰρ κατὰ τὴν αὑτοῦ ἡλικίαν φησὶ Τελεσίᾳ τῷ Θηβαίῳ συμβῆναι νέῳ μὲν ὄντι τραφῆναι ἐν τῇ καλλίστῃ μουσικῇ καὶ μαθεῖν ἄλλα τε τῶν εὐδοκιμούντων καὶ δὴ καὶ τὰ Πινδάρου, τὰ τε Διονυσίου τοῦ Θηβαίου καὶ τὰ Λάμπρου καὶ τὰ Πρατίνου καὶ τῶν λοιπῶν, ὅσοι τῶν λυρικῶν ἄνδρες ἐγένοντο ποιηταὶ κρουμάτων ἀγαθοί· καὶ αὐλῆσαι δὲ καλῶς καὶ περὶ τὰ λοιπὰ μέρη τῆς συμπάσης παιδείας ἱκανῶς διαπονηθῆναι· παραλλάξαντα δὲ τὴν τῆς ἀκμῆς ἡλικίαν οὕτω σφόδρα ἐξαπατηθῆναι ὑπὸ τῆς σκηνικῆς τε καὶ ποικίλης μουσικῆς, ὡς καταφρονῆσαι τῶν καλῶν ἐκείνων, ἐν οἷς ἀνετράφη, τὰ Φιλοξένου δὲ καὶ Τιμοθέου ἐκμανθάνειν, καὶ τούτων αὐτῶν τὰ ποικιλώτατα καὶ πλείστην ἐν αὑτοῖς ἔχοντα καινοτομίαν· ὁρμήσαντὰ τʼ ἐπὶ τὸ ποιεῖν μέλη καὶ διαπειρώμενον ἀμφοτέρων τῶν τρόπων, τοῦ τε Πινδαρείου καὶ Φιλοξενείου, μὴ δύνασθαι κατορθοῦν ἐν τῷ Φιλοξενείῳ γένει· γεγενῆσθαι δʼ αἰτίαν τὴν ἐκ παιδὸς καλλίστην ἀγωγήν.εἰ οὖν τις βούλεται μουσικῇ καλῶς καὶ κεκριμένως χρῆσθαι, τὸν ἀρχαῖον ἀπομιμείσθω τρόπον· ἀλλὰ μὴν καὶ τοῖς ἄλλοις αὐτὴν μαθήμασιν ἀναπληρούτω καὶ φιλοσοφίαν ἐπιστησάτω παιδαγωγόν· αὕτη γὰρ ἱκανὴ κρῖναι τὸ μουσικῇ πρέπον
μέτρον καὶ τὸ χρήσιμον. τριῶν γὰρ ὄντων μερῶν, εἰς ἃ διῄρηται τὴν καθόλου διαίρεσιν ἡ πᾶσα μουσική, διατόνου χρώματος ἁρμονίας, ἐπιστήμονα χρὴ εἶναι τῆς τούτοις χρωμένης ποιήσεως τὸν μουσικῇ προσιόντα καὶ τῆς ἑρμηνείας τῆς τὰ πεποιημένα παραδιδούσης ἐπήβολον. πρῶτον μὲν οὖν κατανοητέον, ὅτι πᾶσα μάθησις τῶν περὶ τὴν μουσικὴν ἐθισμός ἐστιν οὐδέπω προσειληφὼς τὸ τίνος ἕνεκα τῶν διδασκομένων ἕκαστον τῷ μανθάνοντι μαθητέον ἐστί. μετὰ δὲ τοῦτʼ ἐνθυμητέον, ὅτι πρὸς τὴν τοιαύτην ἀγωγήν τε καὶ μάθησιν οὐδέπω προσάγεται τρόπων ἐξαρίθμησις· ἀλλʼ οἱ μὲν πολλοὶ εἰκῇ μανθάνουσιν ὃ ἂν τῷ διδάσκοντι ἢ τῷ μανθάνοντι ἀρέσῃ, οἱ δὲ συνετοὶ τὸ εἰκῇ ἀποδοκιμάζουσιν, ὥσπερ Λακεδαιμόνιοι τὸ παλαιὸν καὶ Μαντινεῖς καὶ Πελληνεῖς· ἕνα γάρ τινα τρόπον ἢ παντελῶς ὀλίγους ἐκλεξάμενοι, οὓς ᾤοντο πρὸς τὴν τῶν ἠθῶν ἐπανόρθωσιν ἁρμόττειν, αὐτῇ τῇ μουσικῇ ἐχρῶντο.