De Fluviis

Pseudo-Plutarch

Pseudo-Plutarch. Geographi graeci minores Volumen Secundum. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 861.

3. Εὑρίσκεται δʼ ἐν τῆ κεφαλῇ αὐτοῦ λίθος χόνδρῳ παρόμοιος ἁλὸς, ὃς κάλλιστα ποιεῖ πρὸς τεταρταίας νόσους, τοῖς ἀριστεροῖς μέρεσι τοῦ σώματος προσδεδεμένος τῆς σελήνης μειουμένης, καθὼς ἱστορεῖ Καλλισθένης ὁ Συβαρίτης ἐν ιγ΄ Γαλατικῶν, παρʼ οὗ τὴν ὑπόθεσιν εἴληφεν Τιμαγένης ὁ Σύρος.

4. Παράκειται δὲ αὐτῷ ὄρος Λούγδουνος καλούμενον· μετωνομάσθη δὲ δʼ αἰτίαντοιαύτην. Μώμορος καὶ Ἀτεπόμαρος, ὑπὸ Σεσηρονέως τῆς ἀρχῆς ἐκβληθέντες, εἰς τοῦτον κατὰ προσταγὴν χρησμοῦ ἦλθον τὸν λόφον πόλιν κτίσαι θέλοντες. Τῶν δὲ θεμελίων ὀρυσσομένων αἰφνιδίως κόρακες ἐπιφανέντες καὶ διαπτερυξάμενοι, τὰ πέριξ ἐπλήρωσαν δένδρα. Μώμορος δὲ οἰωνοσκοπίας ἔμπειρος ὑπάρχων, τὴν πόλιν Λούγδουνον προσηγόρευσεν. Λοῦγον γὰρ τῇ σφῶν διαλέκτῳ τὸν κόρακα

645
καλοῦσι, δοῦνον δὲ τόπον ἐξέχοντα, καθὼς ἱστορεῖ Κλειτοφῶν ἐν ιγ΄ Κτίσεων.

1. Πακτωλὸς ποταμός ἐστι τῆς Λυδίας κατὰ πόλιν Σάρδεις. Ἐκαλεῖιο δὲ πρότερον Χρυσορρόας. ---Χίος ὁ Ἀπόλλωνος καὶ Ἀπαθίππης ʼπαῖς τήν μηχανικὴν τίχνην ἀσκήσας καὶ σπάνει βίου συνεχόμενος, νυκτὸς βαθείας τοὺς θησαυροὺς Κροίσου τοῦ βασιλέως ἀνέῳξεν καὶ τὸν χρυσὸν ἐκκομίζων διεδίδου τοῖς οἰκείοις καταδιωχθεὶς δὲ ὑπὸ τῶν φρουρῶν καὶ κατάληπτος γενόμενος, ἑαυτὸν ἔρριψεν εἰς ποταμὸν, ὃς ἀπʼ αὐτοῦ Χρυσορρόας μετωνομάσθη. Πακτωλὸς δὲ μετεκλήθη διὰ τήνδε τὴν περίστασιν. Πακτωλὸς, οειολιος --- καὶ Λευκοθέης παῖς, ἐν τοῖς Ἀφροδίτης μυστηρίοις Δημοδίκην τὴν ἀδελφὴν κατʼ ἄγνοιαν βιασάμενος καὶ περὶ τῶν συμβεβηκότων κατηχηθεὶς διὰ λύπης ὑπερβολὴν ἑαυτὸν ἔρριψεν εἰς ποταμὸν Χρυσορρόαν, ὃς ἀπʼ αὐτοῦ Πακτωλὸς προσηγορεύθη.

2. Γεκνᾶται δʼ ἐν αὐτῷ ψῆγμα Δαρείου χρυσίου καταφερόμενον εἰς τὸν εὐδαίμονα κόλπον.