De Fluviis

Pseudo-Plutarch

Pseudo-Plutarch. Geographi graeci minores Volumen Secundum. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 861.

3. Τεννᾶται δὲ ἐν αὐτῷ τῷ προειρημένῳ ποταμῷ βοτάνη παρόμοιος ὀριγάνῳ, ἧς τὰ ἄκρα δρεψάμενοι Θρᾷκες, ἐπιτιθέασιν πυρὶ μετὰ τὸν κόρον τῆς δημητριακῆς τροφῆς, καὶ τὴν ἀναφερομένην ἀναθυμίασιν δεχόμενοι ταῖς ἀναπνοιαῖς καροῦνται καὶ εἰς βαθὺν ὕπνον καταφέρονται.

4. Γεννᾶται δὲ καὶ ἐν τῷ Παγγαίῳ ὄρει βοτάνη κιθάρα καλουμένη διὰ ταύτην τὴν αἰτίαν. Αἱ διασπαράξασαι τὸν Ὀρφέα τὰ μέλη τοῦ προειρημένου εἰς ποταμὸν ἔβαλον Ἕβρον· καὶ ἡ μὲν κεφαλὴ τοῦ θνητοῦ κατὰ πρόνοιαν θεῶν εἰς δράκοντα μετέβαλεν τὴν μορφὴν (τοῦ σώματος) ἡ δὲ λύρα κατηστερίσθη κατὰ προαίρεσιν Ἀπόλλωνος ἐκ δὲ τοῦ ῥεύσαντος αἵματος ἀνεφάνη βοτάνη κιθάρα καλουμένη. Τῶν δὲ Διονυσίων τελουμένων αὕτη κιθάρας ἀναδίδωσιν ἦχον· οἱ δʼ ἐγχώριοι ωεβρίδας περιβεβλημένοι καὶ θύρσους κρατοῦντες ὕμνον ᾄδουσιν·

  • Μὴ τότε φρονήσῃς, ὅταν ἔσῃ μάτην φρονῶν·
  • καθὼς ἱστορεῖ Κλειτώνυμος ἐν τῷ γ΄ τῶν Θρᾳκικῶν.

    1. Γάγγης ποταμός ἐστι τῆς Ἰνδίας, τὴν προσηγορίαν

    642
    λαβὼν διʼ αἰτίαν τοιαύτην. Ἰνδῷ τις Καλαυρία νύμφη ἐγέννησεν υἱὸν κάλλει περίβλεπτον, τοὔνομα Γάγγην. Οὗτος καρηβαρήσας τῇ μητρὶ κατʼ ἄγνοιαν συνεγένετο. Τῇ δʼ ἐπιούσῃ τῶν ἡμερῶν παρὰ τῆς τροφοῦ μαθὼν τὴν ἀλήθειαν διὰ λύπης ὑπερβολὴν ἑαυτὸν ἔρριψεν εἰς ποταμὸν Χλιαρὸν καλούμενον, ὃς ἀπʼ αὐτοῦ Γάγγης μετωνομάσθη.

    2. Γεννᾶται δὲ ἐν αὐτῷ βοτάνη παραπλησία βουγλώσσῳ, ἣν λειοτριβοῦντες τὸν χυλὸν αὐτῆς τηροῦσιν, καὶ νυκτὸς βαθείας τοὺς φωλεοὺς τῶν τίγρεων περιρραίνουσιν· αἱ δὲ διὰ τὴν δύναμιν τῆς ἐκχυθείσης ὑγρασίας προχωρῆσαι μὴ δυνάμεναι θνήσκουσι, καθὼς ἱστορεῖ Καλλισθένης ἐν γ΄ τῶν Κυνηγετικῶν.

    3. Παράκειται δὲ αὐτῷ ὄρος Ἀνατολὴ καλούμενον διʼ αἰτίαν τοιαύτην. Ἀναξιβίαν νύμφην Ἥλιος θεαεάμενος χορείαις προσευκαιροῦσαν εἰς ἐπιθυμίαν αὐτῆς ἐνέπεσεν καὶ μὴ στέγων --- τῶν ἐρώτων, ἐπεδίωκε τὴν προειρημένην βιάσασθαι βουλόμενος· ἡ δὲ περικατάληπτος γενομένη κατέφυγεν ἐπὶ τὸ τῆς Ὀρθίας Ἀρτέμιδος τέμενος, ὅπερ ἦν ἐν ὄρει Κορύφη καλουμένῳ, καὶ ἀφανὴς ἐγένετο· κατόπιν δʼ ἀκολουθήσας ὁ θεὸς καὶ μηδαμοῦ τὴν ἀγαπωμένην εὑρὼν διὰ λύπης ὑπερβολὴν ἐκεῖθεν ἀνέτειλεν· οἱ δὲ ἐγχώριοι τὴν ἀκρώρειαν Ἀνατολὴν μετωνόμασαν ἀπὸ τοῦ συγκυρήματος, καθὼς ἱστορεῖ Καιμάρων ἐν δεκάτω Ἰνδικῶν.