De Fluviis

Pseudo-Plutarch

Pseudo-Plutarch. Geographi graeci minores Volumen Secundum. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 861.

2. Γεννᾶται δʼ ἐν αὐτῷ λίθος --- προσαγορευόμενος, ὃν ὅταν φορῶσιν αἱ παρθένοι, κατʼ οὐδένα τρόπον τοὺς φθορέας φοβοῦνται.

3. Φύεται δὲ ἐν αὐτῷ καὶ βοτάνη καρπύλη καλουμένη, βουγλώσσῳ παρόμοιος· ποιεῖ δʼ ἄριστα πρὸς ἰκτέρους διὰ ὕδατος χλιαροῦ διδομένη τοῖς πάσχουσιν, καθὼς ἱστορεῖ Κλειτοφῶν ὁ Ῥόδιος ἐν α΄ Ἰνδικῶν

4. Παράκειται δʼ αὐτῷ ὄρος, Λίλαιον προσαγορευομενον ἀπὸ Λιλαίου ποιμένος. Οὗτος γὰρ δεισιδαίμων ὑπάρχων καὶ μόνην σεβόμενος τὴν Σελήνην, νυκτὸς βαθείας ἐξετέλει τὰ μυστήρια τῆς προειρημένης. Βαρέως δὲ οἱ λοιποὶ θεοὶ τὴν ἀτιμίαν φέροντες, ἔπεμψαν αὐτῷ δύο λέοντας ὑπερμεγέθεις· ὑφʼ ὧν διασπαραχθεὶς τὸν βίον ἐξέλιπε. Σελήνη δὲ τὸν εὐεργέτην μετέβαλεν εἰς ὁμώνυμον ὄρος.

5. Γεννᾶται δὲ ἐν αὐτῷ λίθος κλειτορὶς ὀνομαζόμενος· ἔστι δὲ λίαν μελάγχρους· ὃν κόσμου χάριν οἱ ἐγχώριοι φοροῦσιν ἐν τοῖς ὠταρίοις, καθὼς ἱστορεῖ Ἀριστοτέλης ἐν δ΄ περὶ Ποταμῶν.