De Fluviis
Pseudo-Plutarch
Pseudo-Plutarch, author; Geographi graeci minores Volumen Secundum, ed. Karl Müller; Ambroise Firmin Didot, Paris, 1861
1. Ἰνδὸς ποταμός ἐστι τῆς Ἰνδίας, ῥοίζῳ μεγάλῳ καταφερόμενος εἰς τὴν τῶν Ἰχθυοφάγων γῆν· ἐκαλεῖτο δὲ πρότερον Μαυσωλὸς ἀπὸ Μαυσωλοῦ τοῦ Ἡλίου μετωνομάσθη δὲ δι᾿ σἰτίαν τοιαύτην. Τῶν τοῦ Διονόσου
2. Γεννᾶται δʼ ἐν αὐτῷ λίθος --- προσαγορευόμενος, ὃν ὅταν φορῶσιν αἱ παρθένοι, κατʼ οὐδένα τρόπον τοὺς φθορέας φοβοῦνται.
3. Φύεται δὲ ἐν αὐτῷ καὶ βοτάνη καρπύλη καλουμένη, βουγλώσσῳ παρόμοιος· ποιεῖ δʼ ἄριστα πρὸς ἰκτέρους διὰ ὕδατος χλιαροῦ διδομένη τοῖς πάσχουσιν, καθὼς ἱστορεῖ Κλειτοφῶν ὁ Ῥόδιος ἐν α΄ Ἰνδικῶν
4. Παράκειται δʼ αὐτῷ ὄρος, Λίλαιον προσαγορευομενον ἀπὸ Λιλαίου ποιμένος. Οὗτος γὰρ δεισιδαίμων ὑπάρχων καὶ μόνην σεβόμενος τὴν Σελήνην, νυκτὸς βαθείας ἐξετέλει τὰ μυστήρια τῆς προειρημένης. Βαρέως δὲ οἱ λοιποὶ θεοὶ τὴν ἀτιμίαν φέροντες, ἔπεμψαν αὐτῷ δύο λέοντας ὑπερμεγέθεις· ὑφʼ ὧν διασπαραχθεὶς τὸν βίον ἐξέλιπε. Σελήνη δὲ τὸν εὐεργέτην μετέβαλεν εἰς ὁμώνυμον ὄρος.
5. Γεννᾶται δὲ ἐν αὐτῷ λίθος κλειτορὶς ὀνομαζόμενος· ἔστι δὲ λίαν μελάγχρους· ὃν κόσμου χάριν οἱ ἐγχώριοι φοροῦσιν ἐν τοῖς ὠταρίοις, καθὼς ἱστορεῖ Ἀριστοτέλης ἐν δ΄ περὶ Ποταμῶν.