De Fluviis
Pseudo-Plutarch
Pseudo-Plutarch. Geographi graeci minores Volumen Secundum. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 861.
1. Κάῖκος ποταμός ἐστι τῆς Μυσίας· ἐκαλεῖτο δὲ τὸ πρότερον Ἀστραῖος ἀπὸ Ἀστραίου τοῦ Ποσειδῶνος. Οὗτος γὰρ παννυχίδος Ἀθηνᾷ τελουμένης Ἀλκίππην τὴν ἀδελφήν κατὰ ἄγνοιαν βιασάμενος ἔφθειρεν καὶ ἀφείλετο τῆς προειρημένης τὸν δακτύλιον· τῇ δ᾿ ἐπιούσῃ τῶν ἡμερῶν ἐπιγνοὺς τὴν σφραγῖδα τῆς ὁμαίμου, διὰ λύπης ὑπερβολὴν ἔβαλεν ἑαυτὸν εἰς ποταμὸν Ἄδουρον, ὃς ἐπʼ αὐτοῦ Ἀστραῖος μετωνομάσθη· προσηγορεύθη δὲ Κάῖκος διʼ αἰτίαν τοιαύτην. Κάϊκος, Ἑρμοῦ καὶ Ὠκυρρόης παῖς νύμφης, Τίμανδρον ἕνα τῶν εὐγενῶν φονεύσας καὶ τοὺς προσήκοντας αὐτῷ φοβούμενος, ἑαυτὸν ἔρριψεν εἰς τὸν Ἀστραῖον, ὃς ἀπʼ αὐτοῦ Καϊκος μετωνομάσθη.
2. Γεννᾶται δʼ ἐν τῷ ποταμῷ μήκων, ἔχων ἀντὶ καρποῦ πλῆθος λιθαρίων· ἐκ τούτων μέλανά τινα τυγχάνει παρόμοια πυροῖς, ἅπερ οἱ Μυσοὶ ῥίπτουσιν εἰς ἠροτριωμένην χώραν· κἂν μὲν ἀφορία μέλλῃ γίνεσθαι, ἐμμένει τῷ τόπῳ τὸ βληθέν· ἐὰν δʼ εὐκαρπίαν σημαίνῃ, τὰ λιθάρια δίκην ἀκρίδων ἅλλεται.
3. Φύεται δὲ ἐν αὐτῷ καὶ βοτάνη ἡλιφάρμακος καλουμένη, ἢν οἱ ἰατροὶ τοῖς αἱμορραγοῦσιν ἐπιτιθέασι καὶ τῶν φλεβῶν μεσολαβοῦσιν τὴν ἔκρυσιν, καθὼς ἱστορεῖ Τιμαγόρας ἐν α΄ περὶ Ποταμῶν.
4. Παράκειται δὲ αὐτῷ ὄρος Τεύθρας καλούμενον ἀπὸ Τεύθραντος, τοῦ Μυσῶν βασιλέως, ὃς κυνηγεσίας