De Fluviis

Pseudo-Plutarch

Pseudo-Plutarch. Geographi graeci minores Volumen Secundum. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 861.

1. Ἀλφειὸς ποταμός ἐστι τῆς Ἀρκαδίας κατὰ Πίσαν τῆς Ὀλυμπίας ἐκαλεῖτο δὲ τὸ πρότερον Στύμφηλος ἀπὸ Στυμφήλου τοῦ Ἄρεως καὶ Δορμοθέας παιδός. Οὗτος γὰρ τὸν υἱὸν Ἀλκμαίωνα τὸν φίλιππον ἀποβαλὼν καὶ ἀθυμία συσχεθεὶς ἑαυτὸν ἔρριψεν εἰς ποταμὸν Νύκτιμον· ὃς (καὶ) ἀπʼ αὐτοῦ Στύμφηλος μετωνομάσθη. Ἀλφειὸς δὲ ἐκλήθη διʼ αἰτίαν τοιαύτην. Ἀλφειὸς εἷς τῶν τὸ γένος ἀφʼ Ἡλίου καταγαγόντων ἁμιλληθεὶς Κερκάφῳ τῷ ἀδελφῷ περὶ ἀρχῆς, ἀνεῖλε τὸν προειρημένον καὶ ὑπὸ Ποινῶν ἐλαυνόμενος ἔβαλεν ἑαυτὸν εἰς ποταμὸν Νύκτιμον, ὃς (καὶ) ἀπʼ αὐτοῦ Ἀλφειὸς μετωνομάσθη.

2. Γεννᾶται δʼ ἐν τῷ ποταμῷ τούτῳ βοτάνη κεγχρῖτις προσαγορευρμένη, μελικήρῳ παρόμοιος· ἣν οἱ ἰατροὶ καθέψοντες πιεῖν διδόασι τοῖς ἀπηλλοτριωμένας ἔχουσι τὰς φρένας καὶ ἀπαλλάττουσιν αὐτοὺς τῆς μανίας, καθὼς ἱστορεῖ Κτησίας ἐν α΄ περὶ Ποταμῶν.

659

3. Παράκειται δὲ ὄρος καλούμενον ἀπὸ αἰτία τοιαύτης. Μετὰ τὴν γιγαντομαχίαν Κρόνος τὰς Διὸς ἀπειλὰς ἐκκλίνων εἰς ὄρος παρεγένετο Κτοῦρον, ὃ ἀπʼ αὐτοῦ Κρόνιον μετωνόμασε· λαθὼν δὲ πρὸς ὀλίγον καιρὸν καὶ ἀφορμῆς δραξάμενος διῆρεν εἰς Καύκασον τῆς Σκυθίας.

4. Γεννᾶται δʼ ἐν τῷ ὄρει τούτῳ κύλινδρος καλούμενος λίθος ἀπὸ τοῦ συγκυρήματος· ὁσάκις γὰρ ἂν ἀστράψῃ Ζεὺς ἢ βροντήσῃ, τοσαυτάκις ἀπὸ τῆς ἀκρωρείας διὰ φόβον κυλίεται, καθὼς ἱστορεῖ Δέρκυλλος ἐν α΄ περὶ Λίθων.