De Fluviis

Pseudo-Plutarch

Pseudo-Plutarch. Geographi graeci minores Volumen Secundum. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 861.

9. Τὸ δ᾿ ὄρος Ἀπέσαντος τοῦ Ἀκρισίου. Κυνηγετῶν γὰρ κατʼ ἐκεῖνον τὸν τόπον καὶ πατήσας ἑρπετὸν δηλητήριον ἐτελεύτησεν· ὁ δὲ βασιλεὺς τὸν υἱὸν θάψας

658
τὸν λόφον Ἀπέσαντον μετωνόμασεν, καλούμενον Σελινούντιον.

10. Ὅρος δὲ Κοκκύγιον διωνομάσθη διʼ αἰτίαν τοιαύτην. Ζεὺς Ἥρας τῆς ἀδελφῆς ἐρασθεὶς καὶ δυσωπούμενος τὴν ἀγαπωμένην ἐγέννησιν ἐξ αὐτῆς Ἄρη· τὸ γʼ οὖν καλούμενον ὄρὸς Λυρκτήιον ἀπὸ τοῦ συγκυρήματος Κοκκύγιον ὠνομάσθη, καθὼς ἱστορεῖ Ἀγαθώνυμος ἐν Περσηίδι.

11. Φύεται δὲ ἐν αὐτῷ δένδρον, παλίνουρος καλούμενον· ἐφʼ ᾧ ἄν τι καθίση τῶν ἀλόγων ζώων, ὡς ὑπὸ ἰξοῦ κατέχεται, πάρεξ κόκκυγος τούτου γὰρ φείδεται· καθὼς ἱστορεῖ Κτησιφῶν ἐν α΄ περὶ Δένδρων.

12. Ἀθηναῖον δὲ ὄρος ἔλαβε τὴν προσηγορίαν ἀπὸ Ἀθηνᾶς μετὰ γὰρ τὴν τοῦ Ἰλίου πόρθησιν Διομήδης εἰς Ἄργος ὑποστρέψας, εἰς τὸν Κεραύνιον ἀνέβη λόφον καὶ τέμενος Ἀθηνᾶς κατασκευάσας τὸ ὄρος ἀπὸ τῆς θεᾶς Ἀθηναῖον μετωνόμασεν.