De Fluviis

Pseudo-Plutarch

Pseudo-Plutarch. Geographi graeci minores Volumen Secundum. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 861.

6. Μυκῆναι δὲ ἐκαλοῦντο τὸ πρότερον Ἄργιον ἀπὸ Ἄργου τοῦ πανόπτου· μετωνομάσθη δὲ Μυκῆναι διʼ αἰτίαν τοιαύτην. Περσέως Μέδουσαν ἀποκτείναντος, Σθενὼ καὶ Εὐρυάλη ὡς τῆς προειρημένης ἀδελφαὶ τῆς πεφονευμένης τὸν ἐπίβουλον ἐπεδίωκον· γενόμεναι δὲ κατὰ τοῦτον τὸν λόφον καὶ ἀπελπίσασαι τῆς συλλήψεως, διὰ τὴν συμπάθειαν μυκηθμὸν ἀνέδωκαν· οἱ δʼ ἐγχώριοι τὴν ἀκρώρειαν ἀπὸ τοῦ συγκυρήματος Μυκήνας μετωνόμασαν, καθὼς ἱστορεῖ Κτησίας Ἐφέσιος ἐν α΄ Περσηίδος.

7. Χρύσερμος δὲ ὁ Κορίνθιος ἐν α΄ Πελοποννησιακῶν ἱστορίας μέμνηται τοιαύτης. Περσέως φερομένου μετεώρου καὶ κατὰ τὸν λόφον γενομένου τοῦτον ἐξέπεσεν αὐτοῦ τῆς λαβῆς τοῦ ξίφους ὁ μύκης. Γοργοφόνος δὲ, ὁ βασιλεὺς Ἐπιδαυρίων, ἐκπεσὼν τῆς ἀρχῆς ἔλαβε χρησμὸν, ἐμπεριελθεῖν τὰς Ἀργολικὰς πόλεις καὶ ὅπου ἂν εὕρῃ ξίφους μύκητα, ἐκεῖ κτίσαι πόλιν. Γενόμενος δὲ κατὰ τὸ Ἄργιον ὄρος καὶ εὑρὼν τὴν ἐλεφαντίνην λαβὴν πόλιν ἔκτισεν, ἢν ἀπὸ τοῦ συγκυρήματος προσηγόρευσε Μυκήνας.

8. Γεννᾶται δʼ ἐν αὐτῷ λίθος κορύβας καλούμενος, τῇ χρόᾳ κοραξός· ὃν ἐὰν εὕρῃς καὶ ἔχῃς ἐν τῷ σώματι περικείμενον, κατʼ οὐδὲν φοβῇ τὰς τετρατώδεις ὄψεις.

9. Τὸ δ᾿ ὄρος Ἀπέσαντος τοῦ Ἀκρισίου. Κυνηγετῶν γὰρ κατʼ ἐκεῖνον τὸν τόπον καὶ πατήσας ἑρπετὸν δηλητήριον ἐτελεύτησεν· ὁ δὲ βασιλεὺς τὸν υἱὸν θάψας

658
τὸν λόφον Ἀπέσαντον μετωνόμασεν, καλούμενον Σελινούντιον.