De Fluviis

Pseudo-Plutarch

Pseudo-Plutarch. Geographi graeci minores Volumen Secundum. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 861.

3. Εὑρίσκεται δʼ ἐν αὐτῷ καὶ λίθος βηρύλλῳ παρόμοιος ὃν ἐὰν κρατήσωσιν οἱ ψευδομαρτυρεῖν ἐθέλοντες, μέλας γίνεται. Κεῖνται δὲ πολλοὶ ἐν τῷ τεμένει τῆς Προσυμναίας Ἥρας, καθὼς ἱστορεῖ Τιμόθεος ἐν Ἀργολικοῖς μέμνηται δὲ τούτων καὶ Ἀγάθων ὁ Σάμιος ἐν β΄ περὶ Ποταμῶν. Ἀγαθοκλῆς δʼ ὁ Μιλήσιος ἐν τοῖς περὶ Ποταμῶν φησὶ, τὸν Ἴναχον διὰ πανουργίαν ὑπὸ τοῦ Διὸς κεραυνωθέντα, ξηρὸν γενέσθαι.

657

4. Παράκεινται δʼ αὐτῷ ὄρη Μυκῆναί τε καὶ Ἀκέσαντος καὶ Κοκκύγιον καὶ Ἀθηναῖον, τὰς προσηγορίας εἰληφότα διὰ τοιαύτην αἰτίαν. Τὸ μὲν Ἀπέσαντον ἐκαλεῖτο πρότερον Σεληναῖον. Ἥρα γὰρ παῤ Ἡρακλέους δίκας βουλομένη λαβεῖν συνεργὸν παρέλαβε τὴν Σελήνην· ἡ δὲ ἐπῳδαῖς χρησαμένη μάγοις ἀφροῦ κίστην ἐπλήρωσεν, ἐξ ἧς γεννηθέντα λέοντα μέγιστον Ἶρις ταῖς ἰδίαις ζώναις ἐπισφίγξασα κατήνεγκεν εἰς ὄρος Ὀφέλτιον· ὁ δὲ ποιμένα τινὰ τῶν ἐγχωρίων Ἀπέσαντον σπαράξας ἀνεῖλεν· κατὰ δὲ θεῶν πρόνοιαν ὁ τόπος Ἀπέσαντος ἀπʼ αὐτοῦ μετωνομάσθη, καθὼς ἱστορεῖ Δημόδοκος ἐν α΄ Ἡρακλείας.

5. Γεννᾶται δʼ ἐν αὐτῷ βοτάνη Σελήνη καλουμένη· τὸν δὲ καταφερόμενον ἀπʼ αὐτῆς ἀφρὸν περὶ τὴν ἀρχὴν τοῦ θέρους οἱ ποιμένες αἴροντες ἀλείφουσι τοὺς πόδας, καὶ οὐδὲν ὑπὸ τῶν ἑρπετῶν ἀδικοῦνται.