De Fluviis

Pseudo-Plutarch

Pseudo-Plutarch. Geographi graeci minores Volumen Secundum. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 861.

12. Ἀθηναῖον δὲ ὄρος ἔλαβε τὴν προσηγορίαν ἀπὸ Ἀθηνᾶς μετὰ γὰρ τὴν τοῦ Ἰλίου πόρθησιν Διομήδης εἰς Ἄργος ὑποστρέψας, εἰς τὸν Κεραύνιον ἀνέβη λόφον καὶ τέμενος Ἀθηνᾶς κατασκευάσας τὸ ὄρος ἀπὸ τῆς θεᾶς Ἀθηναῖον μετωνόμασεν.

13. Γεννᾶται δʼ ἐν τῇ ἀκρωρεία ῥίζα παρόμοιος πηγάνῳ ἣν ἐὰν γυνὴ φάγῃ τις κατʼ ἄγνοιαν, ἐμμανης γίνεται· καλεῖται δὲ Ἀδράστεια, καθὼς ἱστορεῖ Πλησίμαχος ἐν β΄ Νόστων.

1. Ἀλφειὸς ποταμός ἐστι τῆς Ἀρκαδίας κατὰ Πίσαν τῆς Ὀλυμπίας ἐκαλεῖτο δὲ τὸ πρότερον Στύμφηλος ἀπὸ Στυμφήλου τοῦ Ἄρεως καὶ Δορμοθέας παιδός. Οὗτος γὰρ τὸν υἱὸν Ἀλκμαίωνα τὸν φίλιππον ἀποβαλὼν καὶ ἀθυμία συσχεθεὶς ἑαυτὸν ἔρριψεν εἰς ποταμὸν Νύκτιμον· ὃς (καὶ) ἀπʼ αὐτοῦ Στύμφηλος μετωνομάσθη. Ἀλφειὸς δὲ ἐκλήθη διʼ αἰτίαν τοιαύτην. Ἀλφειὸς εἷς τῶν τὸ γένος ἀφʼ Ἡλίου καταγαγόντων ἁμιλληθεὶς Κερκάφῳ τῷ ἀδελφῷ περὶ ἀρχῆς, ἀνεῖλε τὸν προειρημένον καὶ ὑπὸ Ποινῶν ἐλαυνόμενος ἔβαλεν ἑαυτὸν εἰς ποταμὸν Νύκτιμον, ὃς (καὶ) ἀπʼ αὐτοῦ Ἀλφειὸς μετωνομάσθη.

2. Γεννᾶται δʼ ἐν τῷ ποταμῷ τούτῳ βοτάνη κεγχρῖτις προσαγορευρμένη, μελικήρῳ παρόμοιος· ἣν οἱ ἰατροὶ καθέψοντες πιεῖν διδόασι τοῖς ἀπηλλοτριωμένας ἔχουσι τὰς φρένας καὶ ἀπαλλάττουσιν αὐτοὺς τῆς μανίας, καθὼς ἱστορεῖ Κτησίας ἐν α΄ περὶ Ποταμῶν.

659

3. Παράκειται δὲ ὄρος καλούμενον ἀπὸ αἰτία τοιαύτης. Μετὰ τὴν γιγαντομαχίαν Κρόνος τὰς Διὸς ἀπειλὰς ἐκκλίνων εἰς ὄρος παρεγένετο Κτοῦρον, ὃ ἀπʼ αὐτοῦ Κρόνιον μετωνόμασε· λαθὼν δὲ πρὸς ὀλίγον καιρὸν καὶ ἀφορμῆς δραξάμενος διῆρεν εἰς Καύκασον τῆς Σκυθίας.