De Fluviis

Pseudo-Plutarch

Pseudo-Plutarch. Geographi graeci minores Volumen Secundum. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 861.

1. Εὐρώτας. ó Ἵμερος, Ταϋγέτης νύμφηι καὶ Λακεδαίμονος παῖς, διὰ μῆνιν Ἀφροδίτης κατʼ ἄγνοιαν ἐν παννυχίδι τὴν ἐδελφὴν Κλεοδίκην βιασάμενος ἔφθειρεν· τῇ δὲ ἐπιούσῃ τῶν ἡμερῶν κατηχηθεὶς περὶ τῶν συμβεβηκότων καὶ ἀθυμήσας, διὰ λύπης ὑπερβολὴν ἔρριψεν ἑαυτὸν εἰς ποταμὸν Μαραθῶνα, ὃς ἀπʼ αὐτοῦ Ἵμερος μετωνομάσθη. Ὕστερον δὲ Εὐρώτας ἐκλήθη δι᾿ αἰτίαν τοιαύτην. Λακεδαιμονίων πρὸς Ἀθηναίους πόλεμον ἐχόντων καὶ τὴν πανσέληνον περιμε νόντων, Εὐρώτας, ὁ τῶν προειρημένων στρατηγὸς, καταφρονήσας πάσης δεισιδαιμονίας συνέβαλε τὴν παράταξιν, καίπερ ὑπὸ ἀστραπῶν τε καὶ κεραυνῶν κωλυόμενος· ἀποβαλὼν δὲ τὸ στράτευμα, καὶ λύπῃ συσχεθεὶς, ἑαυτὸν ἔρριψεν εἰς τὸν ποταμὸν (τὸν Ἵμερον), ὃς ἀπ᾿ αὐτοῦ Εὐρώτας μετωνομάσθη.

2. Γεννᾶται δʼ ἐν αὐτῷ λίθος περικεφαλαίᾳ παρόμοιος, θρασύδειλος προσαγορευόμενος· ἅμα γὰρ σάλπιγγος ἀκούειν ἐπὶ τὴν ὄχθαν προχωρεῖ· τῶν δʼ Ἀθηναίων ὀνομασθέντων, (καὶ) εἰς τὸν βυθὸν ἅλλεται. Κεῖνται δὲ πολλοὶ καθιερωθέντες ἐν τῷ ναῷ τῆς Χαλκιοίκου Ἀθηνᾶς, καθὼς ἱστορεῖ Νικάνωρ ὁ Σάμιος ἐν β´ περὶ Ποταμῶν.

3. Παράκειται δ᾿ αὐτῷ ὄρος Ταΰγετον προσονομαζόμενον, τὴν προσηγορίαν εἰληφὸς ἀπὸ Ταϋγέτης νύμφης, ἣν ὁ Ζεὺς βιασάμενος ἔφθειρεν· ἡ δὲ λύπῃ συσχεθεῖσα βρόχῳ τὸν βίον περιέγραψεν ἐν ἀκρωρείαις ὄροῦς Ἀμυκλαίου, ὅπερ ἀπʼ αὐτῆς Ταΰγετον προσωνομάσθη.

4. Γεννᾶται δ᾿ ἐν αὐτῷ βοτάνη, καλουμένη χαρισία,

656
ἢν αἱ γυναῖκες ἔαρος ἀρχομένου τοῖς τραχήλοις περιάπτουσι καὶ ὑπὸ τῶν ἀνδρῶν συμπαθέστερον ἀγαπῶνται, καθὼς ἱστορεῖ Κλεάνθης ἐν α΄ περὶ Ὀρῶν. Μέμνηται δὲ τούτων ἀκριβέστερον Σωσθένης ὁ Κνίδιος, παῤ οὗ τὴν ὑπόθεσιν εἶληφεν Ἑρμογένης.