De Fluviis
Pseudo-Plutarch
Pseudo-Plutarch. Geographi graeci minores Volumen Secundum. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 861.
1. Τάναῖς ποταμός ἐστιν τῆς Σκυθίας· ἐκαλεῖτο δὲ πρότερον Ἀμαζόνιος διὰ τὸ τὰς Ἀμαζόνας λούεσθαι ἐν αὐτῷ· μετωνομάσθη δῈ διʼ αἰτίαν τοιαύτην. Τάναϊς, Βηρωσσοῦ καὶ Λυσίππης μιᾶς τῶν Ἀμαζόνων παῖς, σωφρονέστατος ὑπάρχων, τὸ γυναικεῖον γένος ἐμίσει, μόνον Ἄρη σεβόμενος, ἐν ἀτιμίᾳ δὲ εἶχεν καὶ τὸ γαμεῖν. Ἡ δʼ Ἀφροδίτη ἐπιθυμίαν αὐτῷ τῆς μητρὸς ἐνέσκηψεν. Ὁ δὲ κατʼ ἀρχὰς μὲν ἀντεμάχετο τῷ πάθει· νικώμενος δὲ ὑπὸ τῆς ἀνάγκης τῶν οἴκτρων καὶ εὐσεβὴς διαμεῖναι βουλόμενος, ἑαυτὸν ἔρριψεν εἰς τὸν Ἀμαζόνιον ποταμὸν, ὃς ἀπʼ αὐτοῦ Τάναϊς μετωνομάσθη.
2. Γεννᾶται δὲ ἐν αὐτῷ φυτὸν ἁλίνδα καλούμενον· παρόμοια δὲ ἔχει τὰ φύλλα κράμβης. Τοῦτο λειοτριβοῦντες οἱ τὴν χώραν κατοικοῦντες ἀλείφονται τῷ
3. Γεννᾶται δʼ ἐν αὐτῷ καὶ λίθος κρυστάλλῳ παραπλήσιος, ὢν ἀνθρωπόμιμος, ἐστεμμένος. Ὅταν δὲ ἀποθάνῃ βασιλεὺς, ἀρχαιρεσίας παρὰ τὸν ποταμὸν τελοῦσι· καὶ ὃς ἂν εὑρεθῆ τὸν λίθον ἐκεῖνον ἔχων, παραχρῆμα βασιλεὺς γίνεται, καὶ τὰ σκῆπτρα παραλαμβάνει τοῦ τελευτήσαντος, καθὼς ἱστορεῖ Κτησιφῶν ἐν γ΄ περὶ Φυτῶν· μέμνηται δὲ τούτων καὶ Ἀριστόβουλος ἐν α΄ περὶ Λίθων.
4. Παράκειται δ᾿ αὐτῷ ὄρος, τῇ διαλέκτῳ τῶν ἐνοικούντων προσαγορευόμενον Βριξάβα, ὅπερ μεθερμηνευόμενον Κριοῦ μέτωπον· ὠνομάσθη δὲ διὰ τοιαύτην αἰτίαν. Φρίξος ἀποβαλὼν παρὰ τὸν Εὔξεινον πόντον Ἕλλην, τὴν ἀδελφὴν, καὶ διὰ τὰ δίκαια τῆς φύσεως συγκεχυμένος, ἐν ταῖς ἀκρωρείαις λόφου τινὸς κατέλυσεν. Βαρβάρων δέ τινων θεασαμένων αὐτὸν καὶ μεθʼ ὅπλων ἀναβαινόντων, ὁ χρυσόμαλλος κριὸς προκύψας καὶ ἰδὼν τὸ πλῆθος τῶν ἐπερχομένων, ἀνθρωπίνη φωνῇ χρησάμενος διεγείρει τὸν Φρίξον ἀναπαυόμενον, καὶ ἀναλαβὼν τὸν προειρημένον μέχρι Κόλχων εἰσήνεγκεν. Ὁ δὲ λόφος ἀπὸ τοῦ συγκυρήματος Κριοῦ μέτωπον προσηγορεύθη.
5. Γεννᾶται δʼ ἐν αὐτῷ βοτάνη, τῇ διαλέκτῳ τῶν βαρβάρων φρίξα καλουμένη, ὅπερ μεθερμηνευόμενόν ἐστιν μισοπόνηρος· πηγάνῳ δέ ἐστι παρόμοιος, ἣν οἱ πρόγονοι κρατοῦντες, οὐδὲν ὑπὸ μητρυιῶν ἀδικοῦνται μάλιστα δὲ φύεται παρὰ τὸ Βορέου προσαγορευόμενον ἄντρον. Συλλεγομένη δʼ ἐστὶ ψυχροτέρα χιόνος· ὅταν δέ τινι ἐκ μητρυιᾶς ἐπιβουλὴ γένηται, φλόγας ἀναδίδωσι· καὶ τοῦτο σύσσημον ἔχοντες οἱ φοβούμενοι τὰς ἐπιγεγαμημένας, ἐκκλίνουσι τῶν ἐπικειμένων φόβων τὰς ἀνάγκας, καθὼς ἱστορεῖ Ἀγάθων ὁ Σάμιος ἐν β΄ Σκυθικῶν.