De Fluviis
Pseudo-Plutarch
Pseudo-Plutarch, author; Geographi graeci minores Volumen Secundum, ed. Karl Müller; Ambroise Firmin Didot, Paris, 1861
1. Χρυσίππη διὰ μῆνιν Ἀφροδίτης εἰς ἐπιθυμίαν ἐμπεσοῦσα τοῦ γεννήσαντος Ὑδάσπου καὶ μὴ στέγουσα τοὺς παρὰ φύσιν ἔρωτας, νυκτὸς βαθείας τῷ προειρημένῳσυνῆλθε, τῆς τροφοῦ συνεργούσης. Κατηχηθεὶς δὲ
2. Γεννᾶται δὲ ἐν αὐτῷ λίθος λύχνις καλούμενος. Ἐλαιώδης δέ ἐστιν τῇ χρόᾳ καὶ ζεστὸς πάνυ· σελήνης δὲ αὐξομένης εὑρίσκεται πρὸς μελῳδίαν αὐλῶν· χρῶνται δὲ αὐτῷ οἱ ἐν ἐξοχῇ τυγχάνοντες.
3. Εὑρίσκεται δὲ αὐτοῦ παρὰ τὰς καλουμένας Πύλας βοτάνη παρόμοιος ἡλιοτροπίῳ· ταύτην λειοτριβοῦντες τῷ χυλῷ τοῖς καύμασιν ἀλείφονται καὶ φέρουσιν ἀκινδύνως τῆς περισσοτέρας θερμασίας τὴν ἀναθυμίασιν.
4. Οἱ δὲ ἐγχώριοι τὰς ἀσεβῶς ἀναστρεφομένας παρθένους σταυροῖς προσηλώσαντες εἰς αὐτὸν βάλλουσιν, τῇ σφῶν διαλέκτῳ τὸν Ἀφροδίτης ὕμνον ᾄδοντες. Κατορύσσουσι δὲ κατʼ ἐνιαυτὸν γραῦν κατάκριτον παρὰ
5. Παράκειται δὲ αὐτῷ ὄρος Ἐλέφας καλούμενον δι᾿ αἰτίαν τοιαύτην· Ἀλεξάνδρου τοῦ Μακεδόνος μετὰ στρατεύματος εἰς Ἰνδίαν ἐλθόντος καὶ τῶν ἐγχωρίων κρίσιν ἐχόντων ἀντιπολεμεῖν αὐτῷ, Πώρου τοῦ βασιλέως τῶν τόπων ἐλέφας αἰφνιδίως οἰστροπλὴξ γενόμενος ἐπὶ τὸν Ἡλίου λόφον ἀνέβη καὶ ἀνθρωπίνῃ φωνῇ χρησάμενος εἶπεν· Δέσποτα βασιλεῦ, τὸ γένος ἀπὸ Τηγασίου κατάγων, μηδὲν ἐξ ἐναντίας Ἀλεξάνδρου ποιήσῃς Διὸς γάρ ἐστιν --- Γηγάσιος. Καὶ τελέσας τὸν λόγον ἔθανεν. Ἀκούσας δὲ τούτων ὁ Πῶρος ψοφοδεὴς τοῖς Ἀλεξάνδρου γόνασιν προσέπεσεν εἰρήνην αἰτούμενος· τυχὼν δὲ ὧν ἤθελεν, τὸ ὄρος Ἐλέφαντα μετωνόμασεν, καθὼς ἱστορεῖ Δέρκυλλος ἐν γ´ περὶ Ὀρῶν.