Fragmenta varia

Theophrastus

Theophrastus. Theophrasti Eresii Opera, Quae Supersunt, Omnia. Wimmer, Friedrich, editor. Paris: A.F. Didot, 1866.

Fr. 98

Θ. ἐν τοῖς περὶ νόμων φησὶ δυοῖν τούτων ἐπιμελεἶσθαι δεῖν τοὺς ἀγορανόμους τῆς τε ἐν τῇ ἀγορᾶ εὐκοσμίας καὶ τοῦ ἀψευδεῖν μὴ μόνον τοὺς πιπράσκοντας ἀλλὰ καὶ τοὺς ὠνουμένους. (Suid. et Harpocrat. sub vv. κατὰ τὴν ἀγοράν.)

Fr. 99

Ὡς Θ. ἱστόρηκε καὶ τῆς ἀργίας νόμον οὐ Σόλων ἔθηκε ἀλλὰ Πεισίστρατος, ᾧ τήν τε χώραν ἐνεργεστέραν καὶ τὴν πόλιν ἠρεμαιοτέραν ἐποίησεν. (Plutarch. Solo extr.)

Fr. 100

Θ. ἐν τῷ περὶ νόμων ὕβρεως καὶ ἀναιδείας παρὰ τοῖς Ἀθηναίοις εἶναι βωμούς φησι. (Zenob. Proverb. 4, 36.)

Fr. 101

Ἐγίγνοντο δὲ καὶ εἰσαγγελίαι κατὰ τῶν καταλυόντων τὸν δῆμον ῥητόρων ἢ μὴ τὰ ἄριστα τῷ δήμῳ λεγόντων ἢ πρὸς τοὺς πολεμίους ἄνευ τοῦ πεμφθῆναι ἄπει θόντων ἢ προδόντων φρούριον ἢ στρατιὰν ἢ ναῦς, ὡς ἐν τῷ περὶ νόμων. Ὅτι δὲ ὁ εἰσαγγείλας καὶ οὐχ ἑλὼν ἀζήμιος ἦν Ὑπερείδης ἐν τῷ ὑπὲρ Λυκόφρονός

φησι· καίτοι γε ὁ Θ. τοὺς μὲν ἄλλας γραφὰς γραψαμένους χιλίας τʼ ὀφλισκάνειν εἰ τοῦ πέμπτου τῶν υψήφων μὴ καταλάβοιεν καὶ προσατιμοῦσθαι, τοὺς δὲ εἰσαγγέλλοντας μὴ ἀτιμοῦσθαι μὲν, ὀφλεῖν δὲ τὰς χιλίας. (Pollux Onomast. 8, 52. 53.)

Fr. 102

Ὅτι δὲ καὶ τῶν ἄλλων ὧν ἔπραττον οἱ μέτοικοι ἄφεσιν εἶχον οἱ ἰσοτελεῖς Θ. εἴρηκεν ἐν ἑνδεκάτῃ τῶν νόμων· οὗτος δέ φησιν ὡς ἐνιαχοῦ καὶ πόλεσιν ὅλαις ἐψηφίζοντο τὴν ἀτέλειαν Ἀθηναῖοι ὥσπερ Ὀλυνθίοις τε καὶ Θηβαίοις. (Harpocrat. sub. σκαφηόρος.)