Fragmenta varia
Theophrastus
Theophrastus. Theophrasti Eresii Opera, Quae Supersunt, Omnia. Wimmer, Friedrich, editor. Paris: A.F. Didot, 1866.
Λέγει Ἀριστοτέλης ὅτι ἐν ταῖς τοιαύταις προτάοσεσιν αἱ δυνάμει τοὺς τρεῖς ὅρους ἐν ἑαυταῖς ἔχουσιν, ὁποῖαί εἰσιν οὓς ἐξέθετο νῦν, ὁποῖαί εἰσιν αἱ κατὰ πρόσληψιν ὑπὸ Θεοφράστου λεγόμεναι· αὗται γὰρ τοὺς τρεῖς ὅρους ἔχουσί πως· ἐν γὰρ τῇ καθʼ οὖ τὸ Β παντὸς κατʼ ἐκείνου καὶ τὸ Α παντὸς, ἐν τοῖς δύο ὅροις, τῷ τε Β καὶ τῷ Α, τοῖς ὡρισμένοις ἤδη πως περιείληπται καὶ ὁ τρίτος, καθʼ οὗ τὸ Β κατηγορεῖται, πλὴν οὐχ ὁμοίως ἐκείνοις ὡρισμένος φανερός. Ἐν δὴ ταῖς τοιαύταις προτάσεσι αἱ τῇ λέξει μόνον τῶν κατηγορικῶν διαφέρειν δοκοῦσιν, ὡς ἔδειξεν ἐν τῷ περὶ Καταφάσεως Θ --- ὁ μέντοι Θ. ἐν τῷ περὶ Καταφάσεως τὴν καθʼ οὗ τὸ Β, τὸ Α, ὡς ἴσον δυναμένην λαμβάνει τῇ καθʼ οὖ παντὸς τὸ Β, κατʼ ἐκείνου παντὸς τὸ Α. (Alex. in Arist. Anal. pr. p. 184 Bk.)