Fragmenta varia

Theophrastus

Theophrastus. Theophrasti Eresii Opera, Quae Supersunt, Omnia. Wimmer, Friedrich, editor. Paris: A.F. Didot, 1866.

Fr. 26

Θαυμαστὸν τοίνυν, καθάπερ φησὶν ὁ Θ., καὶ λίαν παρὰ τὰς ἐννοίας, εἰ μὴ ἔστιν ἀρχὴ τῆς κινήσεως, πέρας δὲ ἔστιν, καὶ ὅλως εἰ μὴ ἄμφω πεπερασμένα, ἀλλὰ τέλος μέν ἐστι τοῦ βαδίζειν, ἀρχὴ δὲ οὐ, καὶ τέλος μὲν τοῦ πλεῖν, ἀρχὴ δὲ οὐκ ἔστιν, καὶ ἡνίκα μὲν ἐπαύσατο τοῦ τρέχειν ὁ ἵππος ἔστιν εἰπεῖν, ἡνίκα δὲ ἤρξατο οὐκ ἔστιν. Ἢ οὐ τοῦτό φησιν ὡς οὐκ ἔστιν ἀρχὴ τῆς κινήσεως, ἀλλʼ ὡς οὐκ ἔστιν αὐτὴν λαβεῖν; (Themist. in Arist. Phys. p. 411 Bk.)