Fragmenta varia

Theophrastus

Theophrastus. Theophrasti Eresii Opera, Quae Supersunt, Omnia. Wimmer, Friedrich, editor. Paris: A.F. Didot, 1866.

Τὰ δʼ ἐν Ἐνδοῖς ἰχθύδια τὰ ἐκ τῶν ποταμῶν εἰς τὴν γῆν ἐξιόντα καὶ πηδῶντα καὶ πάλιν εἰς τὸ ὕδωρ ἀπιόντα, καθάπερ οἱ βάτραχοι, θαυμαστὰ μὲν οὖν, οὐχ ὁμοίως δὲ τούτοις, ὅσῳ τὸ ὀλίγον χρόνον ἢ πολὺν καὶ τελευταῖον ἧττον θαυμαστόν· ἡ δʼ ὄψις ὁμοία τούτων τοῖς μαζίναις καλουμένοις. Εἰσὶ δὲ καὶ περὶ Βαβυλῶνά τινες, οὕς φασι διαμένειν ἐν ταῖς τρώγλαις ταῖς ἐχούσαις ὑγρότητα ξηραινομένου τοῦ ποταμοῦ· τούτους δʼ ἐξιόντας ἐπὶ τὰς ἅλως νέμεσθαι καὶ βαδίζειν ἐπὶ τῶν πτερυγίων

καὶ ἄμα κινεῖν τὴν οὐρὰν, καὶ ὅταν διώκωνται φευγεῖν καὶ εἰσδύντας ἀντιπροσώπους ἵστασθαι· πολλάκις γὰρ προσιέναι τινὰς καὶ ἐρεθίζειν. Ἔχουσι δὲ τὴν μὲν κεφαλὴν ὁμοίαν βατράχῳ θαλαττίῳ τὸ δʼ ἄλλο σῶμα κωβιῷ βράγχια δὲ ὥσπερ καὶ οἱ ἄλλοι ἰχθύες. Ὅτι δʼ οὐ πόδας ἔχουσιν ἀλλʼ ἐπὶ τῶν πτερυγίων βαδίζουσι τεθεώρηται. Ἐλάμβανον γὰρ πολλοὺς οἱ διώκοντες· τὰ δὲ πτερύγια εὐμεγέθη·

τὸ δʼ ἐκ τῆς γῆς τὴν τροφὴν λαμβάνειν οὐκ ἄλογον· ἔνιοι γὰρ καὶ ἐν τῷ ὑγρῷ ὄντες πηλὸν ἐσθίουσι καὶ φῦκος καὶ τὰ τοιαῦτα. Καὶ ὅλως δὲ εἴπερ ἐν τῷ ἀέρι διαγίνονται καὶ τὸ τῆς τροφῆς οὐκ ἄλογον· ἐπεὶ καὶ ὁ πολύπος ἐξιὼν λαμβάνει καὶ ἡ μύραινα καὶ ἄλλοι δὲ ὥς φασι. Καὶ τὸ ὅλον οὐκ ἄλογον, ὥσπερ τῶν πεζῶν καὶ πτηνῶν ἔνια ταῖς ἐνύδροις χρῆται, καὶ τὰ ἔνυδρα ταῖς ἐν τῇ γῇ καὶ τὴν φύσιν ὁμοίως ἀνταποδιδόναι τὸ ἀνάλογον. Φαίνεται δὲ καὶ ὁ ἵππος ὁ ποτάμιος τοιοῦτον. Ἀλλʼ ἐκεῖνο θαυμαστὸν, ὥσπερ εἴπομεν, εἴ τι δύναται τοῖς αὐτοῖς μορίοις ὡς ὀργανικοῖς ὁτὲ μὲν ἐπισπᾶσθαι τὸν ἀέρα καὶ ἕλκειν ὁτὲ δὲ τὸ ὑγρὸν δέχεσθαι. Τάχα δὲ τούτου μᾶλλον, εἰ ὁτὲ μὲν ὁ ἀὴρ σύμμετρος πρὸς τὴν κατάψυξιν ἢ ὁτιδήποτέ ἐστιν ἐκ τῆς ἀναπνοῆς γινόμενον, ὁτὲ δὲ τὸ ὑγρόν· οὐ γὰρ ἅμα γʼ ἄμφω.

Τὸ δὲ τῶν πολυπόδων ἧττον θαυμαστόν· οὐ γὰρ δέα χονται τὴν θάλατταν· καὶ οἱ κάραβοι καὶ οἱ ἀστακοὶ καὶ οἱ καρκίνοι καὶ τἆλλα τὰ τοιαῦτα, ὥστε μὴ μεγάλης ἄγαν τῆς μεταβολῆς οὔσης ῥᾷον ὑπομένειν. Ὃ καὶ περὶ τὰς ἐγχέλυς φαίνεται συμβαίνειν· πολὺν γὰρ χρόνον δύνανται ζῆν ἔξω τοῦ ὑγροῦ διὰ τὸ μικρὰ τὰ βραγχία ἔχειν καὶ ὀλίγον δέχεσθαι τὸ ὑγρόν· καὶ τὴν μύραιναν καὶ εἴ τι ἄλλο τοιοῦτον, ἢ καὶ τὸ ὅλον ὀφιῶδες, ἥκιστα ἄτοπον.

Εὔλογον δὲ καὶ ἐν τῷ ὕδατι μὴ δύνασθαι διαμένειν ὅσῳ λεπτότερον ὂν τῆς θαλάσσης ἐγγυτέρω τοῦ ἀέρος ἐστὶ, καὶ ὅτι φύσει γε ψυχρόε τερόν ἐστι, διὸ καὶ πολύπους φεύγει. Καὶ διὰ τοῦτο περὶ Ἑλλήσποντον καὶ τὸν Πόντον οὐκ ἔστιν. Οἱ δὲ ἰχθύες τίκτουσιν ἀναπλέοντες εἰς τοὺς ποταμοὺς καὶ τὰς λίμνας ὅτι εὐδία μᾶλλον κυμάτων καὶ πνευμάτων· καὶ τὰ θηρία ἐλάττω καὶ οἱ κατεσθίοντες ὅλως καὶ διαφθείροντες ἰχθῦς.

Ἡ δὲ τῆς θαλάττης θερμότης ἐξ ἐκείνου φανερὰ τῷ μὴ διαμένειν δύνασθαι ἐν ταύτῃ τὰ ἐκ τῶν ποταμῶν ἀλλὰ μᾶλλον τὰ ἐκ τῆς θαλάττης ἐν τοῖς ποταμοῖς καὶ ταῖς λίμναις. Ἴσως δʼ αὐτὸ τοῦτο πρότερον σκεπτέον πότερον θερμότερον ὁ ἀὴρ ἢ τὸ ὑγρόν· εἰ γὰρ ὁ ἀὴρ ὥσπερ ἂν δόξειεν, ἐγγυτέρω γ' ὢν τοῦ πυρὸς, ἧττον ἀεὶ θερμὰ τὰ τούτῳ κατεχόμενα. Τοῦτο δὲ εἰ μὴ καὶ πρὸς τὰ νῦν ὑπεναντίον ἀλλὰ πρὸς ἐκείνην τὴν δόξαν τὴν λεγομένην ὅτι θερμότατα πάντων τὰ ἔναιμα καὶ ζωοτόκα. Περὶ μὲν οὖν τούτων ἐπισκεπτέον.

Οἱ δʼ ὀρυκτοὶ τῶν ἰχθύων - εἰσὶ γὰρ ἐνιαχοῦ καὶ τοιοῦτοι καθάπερ καὶ περὶ Ἡράκλειαν καὶ ἄλλοθι τῶν ἐν τῷ Πόντῳ - γίνονται μὲν καὶ παρὰ τοὺς ποταμοὺς καὶ τὰ ἔνυδρα χωράφια. Συμβαίνει δʼ ἀναξηραινομένων τούτων ἐγκαταλειπομένους

κατὰ μικρὸν συστέλλεσθαι καὶ διώκοντας τὴν ὑγρότητα δύεσθαι κατὰ τῆς γῆς, εἶτα καταξηραινομένης διαμένειν, ἐν τῇ ἰκμάδι καθαπερανεὶ ταριχευομένους, ἐν τῇ γῇ, ὥσπερ τοὺς ἐν ταῖς φωλείαις διαρκοῦντας· ὅταν δʼ ἀνασκάπτωνται τότε κινεῖσθαι.

Παραπλήσιον δ' ἐστὶ τούτῳ καὶ τὸ ἐπὶ τῶν ἐκπηγνυμένων ἐν τῷ Πόντῳ ὅταν περιλαμβάνωνται τῷ κρυστάλλῳ· οἱ οὐ πρότερον αἰσθάνονται καὶ κινοῦνται πρὶν εἰς τὰς λοπάδας ἐμβληθῆναι καὶ ἕψεσθαι· πάντων δὲ μάλιστα δοκεῖ πάσχειν τοῦθʼ ὁ κωβιός. Ὅλως δʼ οἱ ὀρυκτοὶ γίνονται ἰχθύες διὰ τὸ ὑπερβάλλοντας τοὺς ποταμοὺς ὅταν πάλιν εἰς τὸ ἀρχαῖον καθιστῶνται ῥεῖθρον ἐγκαταλείπειν ἐν τοῖς ἀναξηραινομένοις ἔνθα μὲν ὠὰ ἔνθα δὲ τοιαύτας ἀρχὰς ἐξ ὧν ἡ γένεσις.

Ἔνια γὰρ οὐκ ἐκ ζώων ὥσπερ ἡ ἔγχελυς· δοκεῖ δʼ αὕτη γίνεσθαι καὶ ὁ καλούμενος κεντρίσκος ὥσπερ καὶ ἐν Ἡρακλείᾳ περὶ τὸν Λύκον ποταμόν· ἐγκαταλειφθέντα δʼ ἀπομορφοῦται καὶ διαμένει. Τὴν διαμονὴν δὲ οὐκ ἄτοπον εἶναι· τροφῆς γὰρ ὀλίγης δεῖται πολλὰ τῶν τοιούτων ὥσπερ καὶ οἱ ὄφεις καὶ τὰ φωλεύοντα. Συμβαίνει δὲ καὶ ταύτην ἱκανὴν ἔχειν ὠῶν τὴν πρώτην καὶ μετὰ ταῦτα τὴν ἐκ τῆς γῆς ἰκμάδα διαδιδομένην· οὐ μὴν μέγεθός γε τοιαῦτα λαμβάνειν οὔτʼ εἰκὸς οὔτε φασὶ διὰ τὸ μήτε χώραν ἔχειν μήτε τροφὴν δαψιλῆ· δεῖ δὲ ἄμφω ταῦτα πρὸς τὴν αὔξησιν·