Fragmenta varia

Theophrastus

Theophrastus. Theophrasti Eresii Opera, Quae Supersunt, Omnia. Wimmer, Friedrich, editor. Paris: A.F. Didot, 1866.

Fr. 163

Διὰ τί χειμῶνος μᾶλλον ἢ θέρους τὰ τῶν ἁλιέων σήπεται δίκτυα; καίτοι τά γε ἄλλα μᾶλλον τῷ θέρει τοῦτο πάσχει. Πότερον, ὡς Θ. οἴεται, τῷ ψυχρῷ τὸ θερμὸν ὑποχωροῦν ἀντπεριίσταται καὶ θερμότερα ποιεῖ τὰ ἐν βάθει τῆς θαλάσσης ὥσπερ τῆς γῆς· διὸ

καὶ τὰ πηγαῖα τῶν ὑδάτων χλιαρώτερα τοῦ χειμῶνός εἰσι καὶ μᾶλλον ἀτμίζουσι αἱ λίμναι καὶ οἱ ποταμοί· κατακλείεται γὰρ εἰς βάθος ἡ θερμότης ὑπὸ τοῦ ψυχροῦ κρατήσαντος. (Plut. Quaest. nat. p. 915.)

Fr. 164

Θ. τὴν περὶ τὰς Αἰόλου νήσους ἀναζεῖν οὕτως ἐπὶ δύο πλέθρων τὸ μῆκος ὥστε μὴ δυνατὸν εἶναι διὰ τὴν θερμασίαν ἐμβαίνειν εἰς αὐτήν. (Antig. Caryst. sect. 145.)

Fr. 165

Θ. ἐν τοῖς Ἱστορικοῖς ὑπομνήμασι τὸν ἀπὸ τῶν Αἰόλου νήσων φησὶ βρόμον τοῦ πυρὸς καίεσθαι μέχρις ἑνὸς σταδίου καὶ περὶ τὸ Ταυρομένιον ἀκούεσθαι ψόφον βροντῇ παραπλήσιον. (Schol. ad Apoll. Rhod. Arg. 4. 834.)

Fr. 166

Ἐν δὲ τῷ περὶ πνιγμοῦ γράφει· ἡ δὲ τούτων ἀνάο κτήσις ὄξους ἐγχύσει καὶ πεπερίδος ἢ κνίδης καρπῷ τριφθείσης. (Athenae. 2, p. 66.)

Fr. 167

Λέγει δὲ περὶ αὐτῶν Θ. τὸ ὕδνον καὶ ὃ καλοῦσί τινες γεράνειον καὶ εἴ τι ἄλλο ὑπόγειον· καὶ πάλιν· ἡ τῶν ἐγγεοτόκων τούτων γένεσις οἷον τοῦ τε ὕδνου καὶ τοῦ φυομένου περὶ Κυρήνην ὃ καλοῦσι μίσυ· δοκεῖ δὲ ἡδὺ σφόδρα τοῦτʼ εἶναι καὶ τὴν ὀσμὴν ἔχειν κρεώδη. Καὶ τὸ ἐν τῇ Θρᾴκῃ δὲ γενόμενον ἴτον. Περὶ δὲ τούτων διόν τι λέγεται· φασὶ γὰρ ὅταν ὕδατα μετοπωρινὰ καί βρονταὶ γίνωνται σκληραὶ τότε γίνεσθαι· καὶ μᾶλλον ὅταν αἱ βρονταὶ, ὡς ταύτης αἰτιωτέρας οὔσης. Οὐ διετίζειν δὲ ἀλλʼ ἐπέτειον εἶναι· τὴν δὲ χρείαν καὶ τὴν ἀκμὴν ἔχει τοῦ ἦρος. Οὐ μὴν ἀλλʼ ἔνιοί γʼ ὡς σπερματικῆς οὔσης τῆς ἀρχῆς ὑπολαμβάνουσιν· ἐν γοῦν τῷ αἰγιαλῷ τῶν Μιτυληναίων οὔ φασι πρότερον εἶναι πρὶν ἢ γενομένης ἐπομβρίας τὸ σπέρμα κατενεχθῇ ἀπὸ Τιαρῶν· τοῦτο δʼ ἐστὶ χωρίον ἐν ᾧ πολλὰ γίνεται. Γίνεται δὲ ἔν τε τοῖς αἰγιαλοῖς μάλιστα καὶ ὅπου χώρα ὕπαμμος· καὶ γὰρ αἱ Τιάραι τοιαῦται· φύεται δὲ καὶ περὶ Λάμψακον ἐν τῇ Ἀβαρνίδι, καὶ ἐν Ἀλωπεκοννήσῳ κἀν τῇ Ἠλείων. (Athenae. 2. p. 62.)